Zu Joh. 3, 8.
τῶν φαύλων ἀπαλλοτριούμενον τὸ πνεῦμα πληροῖ τοὺς πίστιν καὶ ἀρετὴν ἔχοντας, εἰκότως εἴρηται· »Τὸ πνεῦμα ὅπου θέλει πνεῖ«. σημαίνει δὲ τοῦτο καὶ ουσίαν εἰναι το πνευμα. οὐ γὰρ, ὡς τινες οἴονται, ἐνέργειά ἐστι θεοῦ, οὐκ ἔχον κατ᾿ αὐτοὺς ὑπάρξεως ἰδιότητα. καὶ ὁ ἀπόστολος δέ, ἀπαριθμησάμενος μησάμενος τὰ τοῦ πνεύματος χαρίσματα
ἐπήνεγκεν εὐθέως· »Ταῦτα δὲ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα. »διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.« εἰ δὲ θέλει καὶ ἐνεργεῖ καὶ διαιρεῖ, οὐσία γοῦν ἐστὶν ἐνεργητική, ἀλλ᾿ οὐκ ἐνέργεια. ἀλλὰ καὶ τὸ »Ἔδοξε δὲ τῷ ἁγίῳ πνεύματι καὶ ἡμῖν« ἐν ταῖς Πράξεσιν εἰρημένον, οὐ μακράν ἐστι τοῦ θέλειν καὶ βούλεσθαι. πρὸς τούτοις καὶ
λόγοι αὐτοῦ φέρονται ἐν ταῖς θείαις γραφαῖς, καὶ μάλιστα ἐν ταῖς τῶν Ἀποστόλων Πράξεσιν· »Νηστευόντων γὰρ αὐτῶν καὶ λειτουρ- »γούντων τῷ κυρίῳ, εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· Ἀφορίσατέ μοι τόν τε Παῦλον καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς‘. καὶ ἔτι ἐν τῷ αὐτῷ βιβλίῳ· Προφήτης τις, Ἄγαβος ὄνομα αὐτῷ,
φησί· Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα οὑ ἐστὶν ἡ ζώνη »αὕτη οὕτω δήσουσι« καὶ τὰ ἑξῆς.]] πλὴν εἰ καὶ τὸ πνεῦμα ὅπου θέλει πνεῖ, ὁ Νικόδημος οὐκ ἔχων αὐτὸ ἐν ἑαυτῷ, τῷ μὴ πεπιστευκέναι ὡς δεῖ τῷ Ἰησοῦ, μόνην τὴν φωνὴν αὐτοῦ ἀκούων, ο·ὐκ οἶδεν ποῦ ὑπάγει καὶ πόθεν ἔρχεται. μόνον δὲ τῆς φωνῆς αὐτοῦ ἀκούει
ὁ ἐντυγχάνων ταῖς τοῦ πνεύματος γραφαῖς μετὰ τοῦ μὴ νοεῖν αὐτάς· 1 2 3 4 παντὸς τοῦ προσέχοντος τῇ ἀναγνώσει καὶ ἐρευνῶντος τὰς γραφὰς ἐν τῷ νοεῖν αὐτὰς εἰδότος πόθεν ἔρχεται καὶ ποῦ λήγει ἡ ὁδὸς τοῦ πνεύματος, ἣν ἐπιπορεύεται διὰ τῆς τῶν θείων λογίων παιδεύσεως. τὴν γὰρ αἰτίαν εἰδώς τις δι᾿ ἣν τοῦ πνεύματος ἡ διδασκαλία ἀνθρώποις δέδοται, οἶδεν πόθεν ἔρχεται· ἀλλὰ καὶ τὸ οὑ ἕνεκεν καὶ ἐπὶ
τίνι τέλει δέδοται αὕτη θεωρήσας οἶδεν ποῦ ὑπάγων καταπαύει.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.