ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
δὴ τούτων σύνθεσις, κοὶ αὐτὸς πρῶτος ἀριθμὸς ὑπὸ μονάδος μόνης μετρούμενος· γινόμενος δὲ ὁ τέσσαρα ἐπὶ τὸν ἑπτὰ πεποίηκεν τὸν εἴκοσι καὶ ὀκτπώ καὶ αὐτὸν τοῖς ἑαυτοῦ μέρεσιν ἴσον.
κατασκευήν· αἱ γὰρ αὐλαῖαι εἴκοσι καὶ ὀκτὼ πηχῶν τὸ μῆκός εἰσιν.
ὄγδοος εἰς τὸ εὐαγγέλιον τόμος), ἐπικαλεσάμενοι τὸν τέλειον καὶ τελειότητος χορηγὸν θεὸν διὰ τοῦ τελείου ἀρχιερέως ἡμῶν Ἰησοῦ 1 2 Χριστοῦ, έν ἡμῶν τὸν νοῦν δῷ εὑρεῖν τὴν περὶ τῶν ἐξετασθησομένων ἀλήθειαν καὶ κατασκευὴν αὐτῶν, καὶ] οὕτως ὁδεύσωμεν καὶ ἐπὶ τὰ ἑξῆς.
μηδέπω τοῦτο γεγονέναι διὰ τὸ μὴ συνῆχθαι τὰ κτήνη, ὁ Ἰακὼβ ἰδὼν Ῥαχὴλ τὴν θυγατέρα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ καὶ τὰ πράβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, προσελθὼν αὐτὸς ἀπεκύλιδε τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότισεν τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς « , βουλόμεθα
ἀμφοτέρους τοὺς λίθους ἀλλήλοις συνεξετάσαι, ἵνα τὸ εὔλογον κατανοήσωμεν τοῦ ἐνθάδε μὲν μὴ αὐτὸν τὸν Ἰησοῦν ἠρκέναι τὸν λίθον ἀπὸ τοῦ σπηλαίου, ἀλλ’ εἰρηκέναι· Ἄρατε τὸν λίθον «, ἐν δὲ τῇ Γενέσει αὐτὸν τὸν Ἰακὼβ ἀποκεκυλικέναι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος.
σπηλαίῳ λίθου, 266r ἐπεὶ τὸ σπήλαιον μνημεῖον ἠν, οὐκ ἐχρῆν αὐτὸν ἅψασθαι τὸν Ἰησοῦν, ἀλλὰ προστάξαι μόνον τοῖς ἐπιτηδείοις πρὸς τὸ ἔργον ἆραι τὸν λίθον, τοῦ δὲ ἐπικειμένου τῷ στόματι τοῦ φρέατος καὶ ἐμποδίζοντος τοῦ πίνειν τὰ πρόβατα, ἀφ’ ὧν ἔμελλεν γενέσθαι τὰ ἐπίσημα καὶ ἡ μερὶς τοῦ Ἰακώβ, αὐτὸν ἕδει λαβέσθαι τὸν Ἰακώβ,
καὶ προσελθόντα τῷ λίθῳ ἀποκυλίσαι αὐτὸν ἀπὸ τοῦ στόματος τοῦ φρέατος, ἴνα ποτισθῇ τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ.
* * * * δόξαν θεοῦ,
μόνῃ ἀλλὰ καὶ παντί τῳ λέγων τὸ Ἐὰν πιστεύσῃς, ὄψῃ τὴν δόξαν τοῦ θεοῦ.
οἷς προσέταξεν ὁ Ἰησοῦς εἰπών· Ἄρατε τὸν λίθον « Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν «.
Ἅρατε τὸν λίθον‘ μὴ ἀποκεκρίσθαι τὴν ἐδελρὴν τοῦ τετελευτηκότος μηδὲ εἰρηκέναι· Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν «· τί οὖν ἠκολούθησεν ἂν τούτῳ γεγράρθαι ἢ τοῦτο· Λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον·
ἐνεπόδισεν τῷ ἀρθῆναι τὸν λίθον. καὶ οὐκ ἂν οὐδὲ τὴν ἀρχὴν κἂν βράδιον ἤρθη, εἰ μὴ ἀποκριθεὶς ὁ Ἰησοῦς πρὸς τὴν ἐκείνης ἀπιστίαν εἰρήκει τὸ Οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς, ὅψῃ τὴν δόξαν 5 »τοῦ θεοῦ;« καλὸν οὖν τὸ μηδὲν γενέσθαι μεταξὺ τῆς Ἰησοῦ προστάξεως καὶ τοῦ ἀπὸ τῶν προστασσομένων, περὶ ὧν Ἰησοῦς ἐκέλευσεν, ἔργου.
δὲ οὗτος· καὶ ἐνετείλατο ὁ υἱὸς τοῦ θεοῦ, οὗτος δὲ τὴν ἐντολὴν πεπλήρωκεν, μηδὲν ὑπερθέμενος μηδὲ ζημιώσας ἑαυτὸν παρακοῇ τοῦ μεταξὺ τῆς προστάξεως καὶ τοῦ ἔργου χρόνου· νομιστέον γὰρ τῷ ὕστερον ποιοῦντι τὸ προστεταγμένον παρακοῆς χρόνον εἶναι περὶ τὴς ἐντολῆς τῆς ἀναβολῆς.
τοῦ εὐαγγελίου προσταχθεὶς ὑπὸ τοῦ πατρὸς πορευθῆναι εἰς τὸν ἀγρὸν καὶ ἐργάσασθαι, μὴ παραχρῆμ ποιήσας ἀλλ᾿ ὅτε ὕστερον μεταμεληθεὶς 372R ἀπῆλθεν, οὐκ ἐποίησεν τὸ θέλημα τοῦ πατρὸς ἐν τῷ πρὸ τῆς μεταμελείας χρόνῳ.
»Μὴ εἴπῃς· Ἐπανελθὼω ἐπάνηκε καὶ αὔριον δώσω, δυνατοῦ δου »ὄντος εὖ ποιεῖν«.
τὰ γεγραμμένα.
»ἔλεγεν«· νυνὶ δὲ »Ἦρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ ἄνω καὶ εἶπεν«.
τῆς 267v πρὸς τοὺς κάτω ὁμιλίας καὶ ἀνήγαγεν καὶ ὕφωσεν προσάγων αὐτὸ τῇ πρὸς τὸν ὑπεράνω πάντων πατέρα εὐχῇ.
ἄξια τοιαύτης λύπης ποιήσαντι καὶ μεταγινώσκοντι ἐπ᾿ αὐτοῖς, καὶ παραληπτέον γε αὐτὴν σὺν μέτρῳ καὶ μὴ περισσήν, ἵνα μὴ περισσοτέρᾳ 373R λύπῃ καταποθῇ ὑπὸ τοῦ Σατανᾶ, οὕτως μήποτε οὐ παντὶ καθήκει μηδὲ τοὺς ὐφθαλμοὺς ἐπὰραι θέλειν, ὡς οὐδὲ ἑστάναι μακρόθεν.
»μαζέτω ἄνθρωπος ἑαυτόν, καὶ οὕτως« οὐ μόνον »ἐκ τοῦ ἄρτου »ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω«, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἐπαράτω καὶ αἰρέτω αὐτὺς ἄνω κατὰ τὴν εὐχὴν, ὑποτάσσων ἑαυτὸν τὸν θεῷ καὶ ταπεινῶν ἑαυτὸν ἐκείνῳ λεγέτω.
ἐπᾶραι θέλειν, ὥρα λέγειν ὁμοίως τῷ μὴ ἐπᾶραι θέλειν τοὺς ὀφθαλμοὺς καὶ ἀπὸ μακρόθεν τοῦ ἱεροῦ ἑστάναι δεῖν.
»στύλος καὶ ἑδραίωμα τῆς ἀλγθείας«.
καθήκοντος μὴ ἐπαίρειν ἐπαίρει.
»ἤδη«.
»τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς κύριον τὸν θεὸν »ἡμῶν ἕως οὗ οἰκτειρήσῃ ἡμᾶς«.
ὁμοίως δὲ τῷ τελώνῃ οὐ μόνον μακρόθεν ἑστάναι τοῦ ἱεροῦ ἀλλὰ καὶ μὴ θέλειν ἐπᾶραι τοὺς ὀφθαλμούς, παραθησόμεθα ἐκ τοῦ Δανιὴλ τὰ περὶ τῶν ἐρασθέντων τῆς Σουσάννας ἀνόμων πρεσβυτέρων 374R οὕτως ἔχοντα· »Καὶ διέστρεψαν τὸν ἑαυτῶν νοῦν καὶ ἐξέκλι- »ναν τοὺς ὀφθαλμοὺς αὐτῶν, τοῦ μῆ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ
»μνημονεύειν κριμάτων δικαίων«, καῖ τὰ περὶ τῆς Σουσάννας τοῦτον εἰρημένα τὸν τρόπον· »Ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανόν, »ὅτι ἦν ἡ καρδία αὐτῆς πεποιθυῖα ἐπὶ κυρίῳ«. παρατήρει γὰρ ἐν τούτοις ὅτι οἱ μὲν διαστρέψαντες τὸν ἑαυτῶν νοῦν ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν, τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανόν, ἡ δὲ πεποιθυῖα
ἐπὶ τῷ κυρίῳ ἀκολούθως τῷ πεποιθέναι ἐπὶ τῷ κυρίῳ ἀνέβλεψεν εἰς τὸν οὐρανόν.
ἑαυτῶν, τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων, μετενόουν, πεῖραν μὲν προσαγαγόντες τῇ γυναικὶ μὴ τυχόντες δὲ τοῦ ἐπιθυμουμένου, καὶ μετὰ τοῦτο εὔχοντο), καὶ μὴ θέλειν τοὺς ὀφθαλμοὺς ἐπᾶραι ἤ καὶ πόρρωθεν ὁμοίως τῷ τελώνῃ ἑστηκέναι καὶ τύπτειν ἑαυῶν τὰ στήθη καὶ λέγειν· »Ὁ θεός, ἱλάσθητί μοι τῷ
»ἁμαρτωλῷ«.
ἐπαιρούσαις καὶ ὑφούσαις τὴν ψυχήν, ὡς ἐπῆρεν Μωσῆς τὰς χεῖρας, 11 12 ὥστ᾿ ἂν εἰπεῖν· »Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή«· Ἀμαληκῖται μὲν καὶ πάντες οἰ ἀόρατοι ἐχθροὶ ἡττηθήσονται, οἱ ἐν ἡμῖν δὲ Ἰσραηλῖται λογισμοὶ νικήσουσιν.
ἀκόλουθα.
σάρκα στρατευομένων εὐχομένοις τοιαύτη τις λέγεται ὑπὸ θεοῦ περὶ τῆς εὐχῆς αὐτῶν ἐπαγγελία· »Καὶ ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρ- »ειμι«· τί χρὴ νομίζειν ἐπὶ τοῦ σωτηρος καὶ κυρίου ἤ >Πρὶν λαλῆσά σε ἐρῶ· Ἰδοὺ πάρειμι<; ἅμα γὰρ »ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ 375R »εἶπεν«. τί δὲ εἶπεν;
ἀκολούθως τῷ »Πρὶν λαλήσαί σε ἐρῶ· Ἰδοὺ πάρειμι«, ἂν εἴη πλεῖον [ᾗ] τὸ πρὸς τὸν σωτηρα λεγόμενον παρὰ τὸ ἐν τῇ πρὸς τοὺς δικαίους ἐπαγγελίᾳ γεγραμμένον· »Ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι«.
ἀντ τῆς κατὰ πρόθεσιν ἄν λεχθείσης εὐχῆς λέγει τὴν ἐπὶ τῷ προλαβόντι τὴν εὐχὴν εὐχαριστίαν· καὶ ὡς ἐπακουσθεὶς ἐφ᾿ οἶς ἐνενόησεν μέν, οὐ προήνγκεν δὲ ἐν τῷ εὔχεσθαι, φησί· »Πάτερ, »εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου«.
θεὸς καὶ πατὴρ ἤκουσεν τῶν μελλόντων λέγεσθαι ἐν τῇ εὐχῇ, ἐφ᾿ οἷς ἐν ἐπηκόῳ τοῦ περιεστηκότος αὐτὸν ὄχλου ἀναπέμπει ἀντὶ εὐχῆς εὐχαριστίαν ὁ σωτήρ, δύο ἅμα ποιῶν, καὶ εὐχαριστῶν ἐφ᾿ οἷς ἔτυχεν περὶ τοῦ Λαζάρου, καὶ πιστοποιῶν τὸν περιεστηκότα αὐτὸν ὄχλον· ἐβούλετο γὰρ αὐτοὺς παραδίξασθαι ὡς ἄρα ἀπὸ θεοῦ ἀπεσταλμένος
τῷ βίῳ ἐπιδεδήμηκεν.
λεγόντων, παρακαθεζομένης δὲ τῷ σώματι.
πάλιν τῷ σώματι.
τεταγμένων ἐπὶ τούτοις ἤ ὑπ’ αὐτοῦ τοῦ πατρικοῦ βουλήματος ἐπακούσαντος τῷ Ἰησοῦ, καὶ ἰδὼς αὐτὴν εἰσιοῦσαν διὰ τοῦ τόπου, ὅθεν ἤρθη ὁ λίθος, εἶπεν· »Πάτερ, εὐχαριστῶ σοι ὅτι ᾔκουσάς μου«.
εὐχαριστεῖ, φάσκων ἐπὶ μὲν τῷ Λαζάρῳ· »Πάτερ, εὐχαριστῶ σοι ὅτι »ἤκουσάς μου«· ἐπὶ δὲ τοῖς προτέροις· »Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ »μου ἀκούεις«, καὶ τοῦτο πᾶν, φησίν, εἶπον »διὰ τὸν περιεστῶτα »ὄχλον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστελας«. ταῦτα μὲν ὡς πρὸς τὸ ῥητὸν καὶ τὴν ἀνάστασιν τοῦ Λαζάρου ἀποδεδώκαμεν.
μηδέπω πιστευόντων ὅτι Ἰησοῦν ἀπέστειλεν ὁ θεὸς καὶ ὅτι ὁ λόγος οὗτος θεόθεν ἀνθρώποις ἐπιδεδήμηκεν. καὶ περιεστώς γε οὗτος ὁ ὄχλος ἐθαύμασεν ὅτι δυσώδης ἀπὸ τῶν πρὸς θάνατον ἁμαρτημάτων τις γεγενημένος καὶ ἀποθανὼν τῇ ἀρετῇ ἐπαλινδρόμησεν ἐπ’ αὐτήν· καὶ θαυμάσας πιστεύσαι ἄν ποτε τῷ ζωοποιήσαντι αὐτὸν λόγῳ, ὡς
θεόθεν ἀνθρώποις ἐπιδημήσαντι.
ἐχρήσατο φωνῇ, δύναμιν ἐντιθείσῃ τῷ Λαζάρῳ, μεγάλης χρῄζοντι ὡς οὐδέπω γενομένῳ ὀξυηκόῳ τῆς προκαλουμένης αὐτὸν ἔξω τοῦ μνημείου κραυγῆς.
ἔξω αὐτοῦ.
ἐξέρχεται, τοὺς ἀξόυς τῆς νεκρότητος δεσμοὺς ἐκ τῶν προτέρων ἁμαρτημάτων περικείμενος καὶ τὴν ὄψιν περιδεδεμένος ἔτι, καὶ μήτε βλέπων μήτε πορευθῆναι δυνάμενος μήτε τι ἐνεργῆσαι διὰ τοὺς τῆς νεκρότητος δεσμούς, ἕως Ἰησοῦς κελεύσῃ τοῖς λῦσαι αὐτὸν δυναμένοις καὶ ἀφιέναι αὐτὸν ἀπιέναι. καὶ πειράσθω γ πᾶς
ὁ δυνάμενος λέγειν· »Ἤ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος »χριστοῦ;« τοιοῦτος γενέσθαι, ἵνα [μὲν] αὐτῷ Χριστὸς φωνῇ μεγάλῃ εἴπῃ κραυγάσας τῷ μετὰ τὸ ἀποθανεῖν † κιρήσαντι μέν, οὐκ ὀξέως 378R δέ, καὶ διὰ τοῦτο δεομένῳ τὴς Ἰησοῦ κραυγῆς τὸ »Λάζαρε, δεῦρο »ἔξω«.
καὶ ἐν χώρᾳ νεκρῶν ἤ μημείοις τὸν μετὰ τὸ λαβεῖν ἐπίγνωσιν ἀληθείας καὶ φωτισθεντα, γευσάμενόν τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μέτοχον γενόμενον πενύματος ἁγίου καὶ λακὸν γευσάμενον θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος, ἀποστατήσαντα τοῦ χριστοῦ καὶ ἐπὶ τὸν ἐθνικὸν παλινδρομήσαντα βίον.
τῷ Ἰησοῦ τίνα τρόπον ὁ τοιοὐτος ἐξέρχεται μὲν διὰ τὴν Ἰησοῦ φωνήν, ἔτι δὲ σειραῖς τῶν ἰδίων ἁμαρτημάτων δεδεμένος καὶ ἐσφιγμνένος, διὰ μὲν τὴν μετάνοιαν καὶ τὸ ἀκηκοέναι τῆς Ἰησοῦ φωνῆς ζῶν, διὰ δὲ τὸ μηδέπω ἀπολελύσθαι τῶν τῆς ἁμαρτίας δεσμῶν μηδὲ ἤδη δύνασθαι ἐλευθέροις ἐπιβαίνειν τοῖς ποσίν, ἀλλὰ
μηδὲ ἐνεργεῖν ἀπολελυμένως τὰ διαφέροντα, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας δεσμοῖς νεκρῶν κειρίαις.
μένειν, ἐπὶ τὰ ἔξω τοῦ μηνμείου οὗτος ἐλθὼς δέδεται, καθὼς προείρηται, τῆς ζωῆς· καὶ τῷ ἐξεληυθέναι ἀπὸ τοῦ μνημείου μὴ δύνασθαι, ὅσον δέδεται, λέγει τοῖς δυναμένοις ὑπηρετήσασθαι αὐτῷ ὁ Ἰηδοῦς· »Λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν « νομίζω ὅτι μὴ συγκαταθέμενος μὲν τῷ περὶ τῆς ἐπιστροφῆς μετὰ τὸ ἡμαρτηκέναι
λόγῳ· ἔτι δὲ ἀτονῶν κατ᾿ αὐτὸν βιοῦν, τῷ κατέχεσθαι αὐτοῦ τὰς τῆς ψυχῆς πορευτικὰς καὶ δραστικὰς καὶ θεωρητικὰς δυνάμεις, ὁ τοιοῦτος ἐξῆλθεν ἀπὸ τοῦ μνηείου· καὶ ἔτι ἐστὶν δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιδέδεται.
τὴν πρόσταξιν ὡς δεσπότου τοῦ χριστοῦ, τὸ »Λύσατε αὐτὸν καὶ » ἄφετε αὐτὸν ὑπάγειν «λυθῇ τοὺς πόδας καὶ τὰς χεῖρας, καὶ ἀποθῆται τὸ ἐπικείμενον αὐτοῦ τῇ ὄψει κάλυμμα ἀφαιρεθέν, πορεύεται 379R τοιαύτην πορείαν, ὥστε φθάσαι αὐτὸν ἐπὶ τὸ ἕνα καὶ αὐτὸν γενέσθαι τῶν συνανακειμένων τῷ Ἰησοῦ.
κειρίαι νεκρῶν εἰσιν δεσμοί), τῷ τὸ δεδέσθαι κρίσει κυρίου γενέσθαι, 19 20 τοῦ εἰσελθόντος θεάσασθαι τοὺς ἀνακειμένους καὶ ἰδόντος τὸν μὴ ἐνδεδυμένον ἔνδυμα γάμου, καὶ περὶ αὐτοῦ εἰπόντος· »Δήσαντες »αὐτοῦ πόδας καὶ χεῖρας, ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώ- 270v »τερον «.
ἐνορᾶν τῇ δόξῃ αὐτοῦ.
ἐμφαίνεται ἐκ τῆς περὶ αὐτοῦ λέξεως τινὰ περὶ ἀπολύσεως ἐσομένης γεγραμμένα περὶ αὐτοῦ.
περιεστῶτι ὄχλῳ, ἀλλ᾿ οὐδὲ ὅτι τοῖς μετὰ τῆς Μαρίας οῦσιν Ἰουδαίιοις καὶ παραμυθουμένοις αὐτήν· ὑπονοήσαι δ᾿ ἄν τις διὰ τὸ »Ἄγγελοι προσῆλθον καὶ δινκόνουν αὐτῷ« καὶ διὰ τὴν κατὰ τὸν τόπον ἀναγωγήν, ὅτι μήποτε κἀκείνοις δύναταιι εἰρῆσθαι τὸ »Λύ- »σατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν«.
ἤδη δύνασθαι ἀποφήνασθαι ἐν τούτῳ μᾶλλον πεπληρῶσθαι τὸ »Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν «, ἤτερ ἐν τῷ τῆς εὐχῆς τοῦ υἱοῦ ἀκούσαντος τὸν πατέρα πεποιηκέναι τὴν Λαζάρου ψυχὴν ἐπανελθεῖν ἐπὶ τὸ ἐν τῷ μνημείῳ ἀποκείμενον αὐτοῦ σῶμα·
»ζωή«, παραθήσεται δὲ καὶ τὸ »Ὣσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς » νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὕς θέλει ζωοποιεῖ.«
Ἰησοῦ κηρύγματι καὶ ἀληθῶς, ὡσπερεὶ ἐκ νεκρότητος καὶ δυσωδίας, τῶν πάνυ ὑπὸ τῆς κακίας καταβεβαπτικσμένων, ἀκροτάτῃ μεταβολῇ ἀσποεισαμένων τῇ προστάξει καὶ συνεργείᾳ τοῦ λόγου οὐ μόνον τὴν ἀπὸ τῆς ἁμαρτίας πολλὴν δυσωδδίαν ἀλλὰ καὶ τοὺς κατέχοντας δεσμοὺς τὴν πορευτικὴν καὶ τὴν δραστικὴν τῆς ψυχῆς δύνανιν, ἔτι δὲ
χωρὶς τούτων καὶ τὴν θεωρητικήν;
παραμυθήσασθαι τὴν ἐπὶ τῇ ἐκπτώσει τοῦ ἀδελφοῦ ἀδυνωμένην· δι᾿ οὓς τάχα πλέον ἢ διὰ τὸν ταῦτα παθόντα ἐλθὼν ἐπὶ τὸ σπήλαιον τοῦ νεκροῦ »Ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· Πάτερ, εὐχαριστῶ »σοι, ὅτι ἤκουσάς μου. ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις«.
πατέρα τὴν εὐχαριστίαν δῆλον ἐκ τοῦ »Ἀλλὰ διὰ τὸν ἄχλον τὸν περιε- »στῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας«.
23 24
ἃ ἐποίησεν ὁ Ἰησοῦς ἀπὸ τῶν πολλῶν Ἰουδαίων ἦσαν, τῶν θεασαμένων ἃ ἐποίησεν καὶ πιστευσάντων εἰς αὐτόν, βουλόμενοι καὶ τοὺς ἐχθρῶς διακειμένους πρὸς αὐτὸν δυσωπῆσαι διὰ 271v τῆς περὶ τοῦ λαζάρου ἀπαγγελίας· ἢ οἱ λοιποὶ παρὰ τοὺς πολλοὺς καὶ πισετεύσαντας, 353Η σαντας, ὡς μὴ κινηθέντες ἐκ τοῦ γενομένου εἰς τὴν περὶ Ἰησοῦ πίστιν,
ὅτι τὸ ὅσον ἐφ᾿ ἑαυτοῖς καὶ πρὸς * κατ᾿ αὐτοῦ τοὺς φαρισαίους τὸν ἐν αὐτοῖς πονηρὸν ζῆλον ἐγείροντες διὰ τῆς περὶ τοῦ Λαζάρου ἀπαγγελίας.
θεάσασθαι τὰ περὶ τὸν Λάζαρον πιστεύσαντας· ὡσπερεὶ δὲ ὀλιγωτέρους ἔφησεν εἶναι τοὺς μὴ τοιούτους, εἰπών· »Τινὲς δὲ ἐξ αὐτῶν ἀπηλθον «καὶ τὰ ἑξῆς.
ἐπίστευσαν εἰς αὐτόν· γέγραπται δέ· »Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων »οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν έπίστευσαν εἰς 382R »αὐτόν«.
καὶ εἰπόντες αὐτοῖς ἃ ἐποίησεν ὁ ἱησοῦς ἐπεὶ μὴ μεμαρτύρηνται ὅτι ἐθεάσαντο, μήποτε τὸ ἐν ἐπαίνῳ λεγόμενον περὶ τῶν πιστευσάντῶν οὐκ ἔσχον, τὸ <Ἐθεάσαντο>.
ἐθεάσαντο καὶ ἐποίησεν ὁ Ἱησοῦς.
τούτου πρόσχες εἰ δύνασαι τοὺς ἐλθόντας πρὸς τὴν Μαριὰμ καὶ θεασαμένους ἃ ἐποίησεν ὁ Ἰησοῦς καὶ πιστεύσαντας εἰς αὐτὸν μόνους 25 26 λέγειν, ἅτε καὶ πολλοὺς ὄντας, ὅτι οὗτοι ἦσαν ὁ περιεστὼς τὸν Ἰησοῦν ὄχλος, δι᾿ ὃν εἶπεν τὸ »Πάτερ, εὐχαριστῶ σοι ἅτι ἤκουσάς »μου· ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις«.
Ἰησοῦν ἄχλος οἰ δὲ λοιποὶ οὔτε ἐθεάσαντο, ἅ ἐποίησεν, οὔτε περιειστήκεισαν αὐτόν.
εἰς αὐτόν, καὶ ἐλεύσουνται οἱ ‘Ρωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.
τῇ εἰς αὐτὸν πίστει καὶ ὑπαχθέντα καταφρονὴσαι τῆς ἐν τῷ τόπῳ 383R σωματικῆς λευϊτικῆς καὶ ἱερατικῆς λατρείας, ὥστ᾿ ἂν πρόφασιν τὸ τοιοῦτον γενέσθαι τοῦ, ἅτε μὴ περιεπόντων τὸν τόπον Ἰουδαίων, ‘Ρωμαίοις ὑπὸ τοῦ σωτῆρος γενέσθαι καὶ τὸν νομιζόμενον παρ᾿ ἐκείνοις ἱερὸν τόπον καὶ πᾶν τὸ ἔθνος Ἰουδαίων, οὐκτι παντὶ τρόπῳ
τηρεῖν ἐθελόντων τὴν περὶ τοῦ Ἰουδαίους ἑαυτοὺς εἶναι ὁμολογίαν.
τὸ »Οὗτος ὁ ἄνθρωπος«· ἠπίστουν γὰρ τοῖς καὶ ἀνωτέρω εἰρημένοις περὶ τοῦ θεὸν αὐτὸν εἶναι. ἡνίκα λιθάζειν αὐτὸν ἐβούλοντο ὡς περὶ 27 28 βλασφημίας, λέγοντες αὐτῷ ὅτι »Μὺ ἄνθρωπος ὤν ποιεῖς σεαυτὸν »θεόν«, ὅτε κατὰ τὴν ἑαυτοῦ φιλανθρωπίαν ἀπεκρίνατο, διδάσκων ὅτι πᾶς πρὸς ὃν ὁ λόγος τοῦ θεοῦ ἐγένετο θεὸς λέγεται ὑπὸ τοῦ θεοῦ, μὴ δυναμένης λυθῆναι καὶ καταλυθῆναι τῆς τοῦτο ἀποφηναμένης
προφητικῆς γραφῆς.
ἀπὸ τῆς ἐξ ἐκείνων ἐπιβουλῆς.
αὐτὸν ἀνέστησεν καὶ ἀφῆκεν καὶ πάντα τὰ ἔθην ἐδούλευσαν αὐτῷ καὶ ελθόντες οἱ ‘Ρωμαῖοι ἦραν αὐτῶν τὸν τόπον.
ἔθνος δὲ ὑπὸ τῶν ἐξ ἐθνῶν ἠρθη· γέγονε γὰρ ὁ λαὸς οὐ λαός, καὶ οἱ ἐξ Ἰσραὴλ οὐκέτι εἰδὶν Ἰσραήλ, καὶ τὸ σπέρμα οὐκ ἔφθασεν ἐπὶ τὸ γενέσθαι αὐτοὺς τέκνα· καὶ τούτων αἴτιον τὰ πολλὰ τοῦ Ἰησοῦσημεῖα, καὶ ὅτι ἀφῆκεν αὐτὸν ὁ πατήρ, κρείττονα γενόμενον τῆς τῶν ἀρχιερέων καὶ φαρισαίων συνεδρευσάντων κατ᾿ αὐτοῦ ἐπιβουλῆς. 29 30
τῆς σαρκὸς πνεῦμα καὶ ἡ ἀληθὴς τοῦ σωτῆτος ἡμῶν ἀρχιεωσύνη καὶ ἡ πνευματικὴ αὐτοῦ διδασκαλία διαλύει τὸ τῶν κατ’ αὐτοῦ βουλευομένων ἀρχιερέων καὶ Θαρισαίων συνέδριον.
λογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοὺ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. 51 τοῦτο δὲ ἀφ’
ἑαυτοῦ οὐκ εἶπεν, ἀλλ’ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνἤσκειν ὑπὲρ τοῦ ἔθνους, 52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.
γοῦν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, προεφήτεθσεν μὲν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν, οὐ μὴν καὶ προφήτης ἦν.
τὸ δίκαιον διώκειν ἀλλ’ οὐ δικαίως· καὶ γὰρ οἱ ποιοῦντες πρὸς τὸ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων ἔργον καθ’ αὐτὸ χαθῆκον, φέρε εἰπεῖν, εἰς πένητας, δίκαιον μέν τι πεποιήκασιν, οὐ μὴν ἐπὸ ἕξεωψς δικαιοσύνης ἀλλ’ ἀπὸ κενοδοξίας.
καὶ >ἀνδρείως τὸ ἀνδρεῖον διώξῃ καὶ σοφῶς τὸ σοφὸν διώξῃ< καὶ τὰ ἀνα λόγον ἐπὶ τῶν λοιπῶν ἀρετῶν.
ὅμοιον· οἱ δὲ περὶ τὰ ὀνόματα δεινοί φασιν ὅτι οὐχὶ εἴ τις | 273v ἰατρικόν τι ἐποίησεν ἢ τῶν πρὸς ὑγιείαν συμβαλλομένων ἕν, ἰατρός ἐστιν ἐκεῖνος, οὐδὲ εἴ τις οίκοδομικόν τι πεποίηκεν, οἰκοδόμος ἐστὶν ἐκεῖνος.
ἐπιδέχεταί ποτε τὸ προφητεύειν.
»θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν »αὐτῷ τριάκοντα ἀργύρια«· καὶ μετ’ ὀλίγα· »Ἰδοὺ Ἰούδας, φησίν, εἷς 386R »τῶν δώδεκα ἦλθεν, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν »καὶ ξύλων, ἀπὶ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ«.
ἀχιερεῦσιν, ἐπεὶ μεμαρτύρηται ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου. σαφῶς δὲ μετὰ ταῦτα ὁ Ματθαῖός φησιν· »Οἱ δὲ κρατήσαντες τὸν »Ἰησοῦν ἀπήγαγον πρὸς τὸν Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμ- »ματεῖς καὶ οἱ περσβύτεροι συνήχθησαν«· καὶ μετ’ ὀλίγα ἐπιφέρει· 33 34
»ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; ὁ δὲ Ἰησοῦς ἐσιώπα. »καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶν- »τος ἵνα ἡμῖν εἴπῃς· εἶ σὺ ὁ χριστός, ὁ υἱὸς τοῦ θεοῦ; λέγει αὐτῷψ »ὁ Ἰησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν »τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον
»ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ »ἱμάτια αὐτοῦ λέγων· Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύ- »ρων; ἰδοὺ νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ. τί ὑμῖν δοκεῖ; οἱ » δὲ ἀποκριθέντες εἶπον· Ἔνοχος θανάτου ἐστίν«. εἶτα πάλιν μεθ’ ἕτερα·
»πρεσβυτέρων οὐδὲν ἀπεκρίντεο«.
»ἀνήγγειλαν τοῖς ἀρχιερεῦσιν πάντα τὰ γενόμενα. καὶ συναχθέντες »μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ »ἔδωκαν τοῖς στρατιώταις αὐτὸν ἡμῶν κοιμωμένων· κὰν ἀκουσθῇ »ἐλθόντες ωυκτὸς ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων· κἂν ἀκουσθῇ »τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν καὶ ὑμᾶς ἀμερίμνους ποιή-
»σομεν«.
»τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ
»καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ »ξύλων;« καὶ μετ’ ὀλίγα· »Συλλαβόντες αὐτὸν ἦγον καὶ εἰσήγαγον 35 36 »εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως«· καὶ ἔτι μετ’ ὀλίγα· »Εἱστήκεισαν οἱ »ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, εὐτόνως κατηγοροῦντες αὐτοῦ«.
»συνέδριον αὐτῶν«.
»εἷς τῶν δώδεκα, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ »ξύλων παρὰ τῶν γραμματέων καὶ τῶν Φαρισίων καὶ πρεσβυτέ- »ρων«· καὶ τῶν ὀλίγα·
»ρώτησεν τὸν ἰησοῦν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗ τοί σου »καταμαρτυροῦσιν; ὁ δὲ ἐσιώπα καὶ οὐ δὲν ἀπεκρίνατο. πάλιν ὁ ἀρ- »χιερεὺς ἐπηρώτησεν αὐτὸν ἐκ δευτέρου λέγων· Σὺ εἶ ὁ χριστὸος ὁλίγα· »υἱὸς τοῦ εὐλογητοῦ; ὁ 274v δὲ Ἰησοῦς ἀποκριθεὶς λέγει αὐτῷ· Σὺ εἶπας· »ὅτι ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ
»δεφιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶντ οῦ οὐ- »ρανοῦ., ο δὲ ἀρχιερεὺς διαρρήξας εὐθέως τοὺς χιτῶνας αὐτοῦ«.
»λάτῳ«. εἶτα μετ’ ὀλίγα· »Κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά, »αὐτὸς δὲ οὐδὲν ἀπεκρίνετο«.
λεγόμενον.
δόξει παρίστασθαι ὅτι φεύγει ἀπὸ τῆς δεδολιωμένης ψυχῆς, κἂν πρότερον τύχῃ πρὸ δόλου καὶ ἁμαρτίας γενόμενον ἐκεῖ, τὸ ἅγιον πνεῦμα.
»ἁγίῳ«· πολλοὶ δὲ καὶ τῶν ἁμαρτωλῶν διάκεινται πρὸς τὸν Ἰησοῦν ὡς πρὸς κύριον, καὶ ἐν αὐτοῖς ἂν εἴη τὸ ἅγιον πνεῦμα.
»υἱοῖς τῶν ἀνθρώπων«·
εἰρῆσθαι καὶ τὸ ἐν τῇ πρὸς Ἑβραίους τοῦτον ἀναγεγραμμένον τὸν τρόπον· »Ἀδύνατον γἂρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς »δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου, »καὶ καλὸν γευσαμένους θεοῦ ῥὴμα δυνάμεις τε μέλλοντος αἰῶνος, »καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦν-
»τας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας«. πρόσχες γὰρ ἐν τούτοις τὸ »Μετόχους γενγθέντας πνεύματος ἁγίου«.
» τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σω- »τηρίας«.
καὶ περὶ αὐτοῦ λέγεσθαι ὅτι οὐ θεόθεν ἐλάλησεν ἀλλ’ ἀπὸ ἀγγέλου· »Ἔστη, γάρ φησιν, ὁ ἄγγελος τοῦ θεοῦ ἐν τῇ ὁδῷ ἐνδιαβάλλειν αὐ- »τόν. καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ καὶ οἱ δύο παῖδες »αὐτοῦ μετ’ αὐτοῦ. καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ ἀνθε- »στηκότα ἐν τῇ ὁδῷ, καὶ τῆν ῥομφαίαν αὐτοῦ ἐσπασμένην ἐν τῇ »χειρὶ αὐτοπυ, καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τῆς ὁδοῦ καὶ ἐπορεύετο 275v εἰς »τὸ πεδίον. καὶ ἐπάταξεν Βαλαὰμ τὴν ὅνον ἐν τῇ ῥάβδῳ τοῦ »εὐθῦναι αὐτὴν ἐν τῇ ὁδῷ· καὶ ἔστη ὁ ἄγγελος τοῦ θεοῦ ἐν ταῖς αὔλαξι »τῶν ἀμπέλων, φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν«. εἶτα μετ’ ὀλίγα·
»λαάμ«. καὶπάλιν μετ’ ὀλίγα· »Εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ θεοῦ· Διατί »ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον; καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς δια- »βολήν σου, ὅτι οὐκ εὐθεῖα ἡ ὁδός σου ἐναντίον μου· καὶ ἰδοῦσά με« »ἡ ὄνος ἐξέκλινεν ἀπ’ ἐμοῦ τοῦτο τρίτον· καὶ εἰ μὴ ἐξέκλινεν ἀπ’ »ἐμοῦ, νῦν σὲ μὲν ἂν ἀπέκτεινα ἐκείνην δ’ ἂν περιεποιησάμην. καὶ 41 42 »εἶπεν βαλαὰμ τῷ ἀγγέλῳ· Κύριε, ἡμάρτηκα, οὐ γὰρ ἠπιστάμην ὅτι »σὺ ἀνθέστηκας εἰς συνάντηςίν μοι ἐν τῇ ὁδῷ· καὶ νῦν εἰ μή σοι »ἀρέσκει, ἀποστραφήσομαι. καὶ εἶπεν ὁ ἄγγελος τοῦ θεοῦ πρὸς »Βαλαάμ· Συμπορεύθητι μετὰ τῶν ἀνθρώπων· πλὴν τὸ ῥῆμα ὃ 390R »ἐὰν εἴπω πρὸς σὲ τοῦτο φυλάξῃ λαλῆσαι«.
ἄγγελός ἐστιν ὁ λέγων· »Τὸ ἡῆμα ὃ ἐὰν εἴπω πρὸς σὲ τοῦτο φυλ- »λάξῃ λαλῆσαι«.
»λαὰμ οὕτω λαλήσεις«.
παραπλήσιόν τι αὐτῷ εὑρόντες ἐν ταῖς λοιπαῖς ἐκδόσεσιν.
»ἔπνιγεν αὐτόν«. ἀλλὰ καὶ πνεῦμα ψευδὲς ἐξελθὸν γέγονεν ἐν στόματι πάντων τῶν προφητῶν τοῦ Ἀχαάβ, εἰπόντος κυρίου· »Τίς »ἀπατήσει τὸν Ἀχαάβ«;· καὶ ἐξελθόντος πνεύματος ψευδοῦς καὶ εἰπόντος· »Ἐγὼ ἀπατήσω«.
ἐαυτοῦ τὰ ἀκόλουθα τοῖς ἐκτεθεῖσιν ῥητοῖς σκοπῆσαι περὶ τοῦ πῶς προεφήτευσεν ὁ Καϊάφας. 276r μήποτε δὲ καὶ ταῦτα εἰς τὴν προφητείαν αὐτοῦ λεκτέον, ὅτι ἐπεὶ μὴ ἅγιος ἦν, εἰ καὶ προεφήτευσεν, <ἀλλ’ οὐκ ἀπὸ πνεύματος ἁγίου προεφήτευσεν>.
τῶν Βασιλειῶν ζητήσεις πῶς προεφήτευσαν οἱ ἄγγελοι τοῦ Σαοὺλ σταλέντες ἐπὶ τὸν Δαβίδ, καὶ μετ’ αὐτοὺς ὁ Σαούλ.
»ἐπορεύθη ἐκεῖθεν εἰς Αὐὼθ Ῥαμά· καὶ ἐγενήθη ἐπ’ αὐτὸν πνεῦμα »θεοῦ, καὶ ἐπορεύετο πορευόμενος καὶ προφητεύων ἕως ἐλθὼν εἰς »Αὐὼθ Ῥαμά. καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ καὶ προεφήτευσεν »ἐνώπιον Σαμουήλ, καὶ ἔπεσεν γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ »ὅλην τὴν νύκτα. διὰ τοῦτο ἔλεγον· Εἰ καὶ Σαοὺλ ἐν προφήταις«;
ἀναγκαίως δὲ νομίζω καὶ ταῦτα παρατεθεῖσθαι ὑπὲρ τοῦ φανῆναι πῶς ἁμαρτωλοὶ προφητεύουσιν, καὶ πότερον ἐξ ἁγίου πνεύματος ἢ 362 Η ἀπὸ ἄλλης δυνάμεως, ὅσον γε ἐπὶ τῷ μαρτυρεῖν τῇ ἀληθείᾳ μὴ ψευδομένης.
ὅτι ἐπὰν βόες πρωτοτοκεύουσαι τὴν ὁδὸν Ἰησοῦ τοῦ Βεθσαμυσαίου πορευθῶσιν, σημαίνουσιν ἀπὸ θεοῦ γεγονέναι τὴν πληγὴν τοῖς Φιλιστιαίοις.
ἐν τοῖς τόποις ὄψεται ὁ δυνάμενος διαλαβεῖν περὶ διαφόρων δυνάμεων, χειρόνων καὶ κρειττόνων, εἰ δὲ καὶ εἶέν τινες μεταξύ, καὶ περὶ τούτων.
ὁ διάβολος εὑρίσκεται τὸν Ἰησοῦν υἱὸν ὄντα θεοῦ ἐν τοῖς ἀναγραφεῖσιν ὑπὸ τῶν εὐαγγελιστῶν εἰρῆσαι 276v ὑπ’ αὐτοῦ πρὸς τὸν κύριον.
»ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ἡπὲρ τοῦ λαοῦ, καὶ 392R »μὴ ὅλον τὸ ἔθνος ἀπόληται«.
τυγχάνουσι τοῦ συμφέροντος· εἰ δὲ ἄτοπον φάσκειν τὸν Καϊάφαν καὶ τοὺς ἐν τῷ κατὰ τοῦ Ἰησοῦ συνεδρίῳ σώζεσθαι καὶ τοῦ συμφέροντος τετευχέναι ἀποθανόντος τοῦ Ἰησοῦ, δῆλον ὅτι οὐχ ἄγιον πνεῦμα ἦν τὸ ταῦτα ἐνεργῆσαν λέγεσθαι· ἅγιον γὰρ πνεῦμα οὐ ψεύδεται.
Καϊάφαν, λέγω δὲ τῷ φάσκειν· »Συμφέρει ἡμῖν ἵνα εἶς ἄνθρωπος »ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ«, βαθύτερον ἐξακούσεται τοῦ »Συμφέρει »ἡμῖν« διὰ τὸν περὶ τέλους λόγον, καὶ συγχρήσεται τῷ »Ὅπως χά- »ριτι (ἢ· χωρὶς) θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου«, καὶ ἐπιστήσει »τῷ »Ὑπὲρ παντός« καὶ τῷ »Χωρὶς θεοῦ ὑπὲρ παντός«.
δὲ καὶ τῷ »Ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα »πιστῶν«· ὅτι δὲ οὗτός ἐστιν »ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν 363Η »ἁμαρτίαν τοῦ κόσμου«, ἰδίως ἀκούων τοῦ αἴρεσθαι τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ οὐχὶ μέρους αὐτοῦ.
τὸν τόπον προφητείαν εἶναι ἀληθῆ, ἀρχομένην ἀπὸ τοῦ »Ὑμεῖς οὐκ »οἵδατε οὐδέν«· οὐδὲν γὰρ ᾔδεισαν οἱ τὸν Ἰησοῦν μὴ γνωρίζοντες Φαρισαῖοι καὶ ἀρχιερεῖς, ὅντα ἀλήθειαν καὶ σοφίαν καὶ δικαιοςύνην καὶ εἰρήνην. »Αὐτὸς γὰρ ἐστιν ἡ εἰρήνη ἡμῶν«.
ἵνα ὁ εἷς οὑτος, καθ’ ὃ ἄνθρωπός ἐστιν, ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ· ἄνθρωπος γάρ ἐστιν ἀποθανὼν Ἰησοῦς.
ὑπὲρ τοῦ λαοῦ δὲ ἀπέθανεν οὗτος ὁ ἄνθρωπος, τὸ πάντων ζῴων καθαρώερον, ὅστις τὰς ἁμαρτίας ἡμῶν ἦρεν καὶ τὰς ἀσθενείας, ἅτε δυνάμενος πᾶσαν τὴν ὅλου τοῦ κόσμου ἁμαρτίαν εἰς ἑαυτὸν ἀναλαβὼν λῦσαι καὶ ἐξαναλῶσαι καὶ ἐξαφανίσαι, ἐπεὶ μὴ ἁμαρτίαν ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, οὐδὲ
ἔγνω ἁμαρτίαν.
μᾶλλον τῶν ἀποστόλων αὐτοῦ περικάθαρμα αὐτὸν τοῦ κόσμου γεγνέναι καὶ πάντων περίψημα, τῶν εἰπόντων· »Ὡς περικαθάρματα »τοῦ κόσμου ἐγνήθημεν, πάντων περίψημα ἕως ἄρτι«.
λιμῶν, λύεσθαι τὰ τοιαῦτα, οἱονεὶ καταργουμένου τοῦ κοινοῦ διδόναι, πονηροῦ πνεύματος, διὰ τὸ ἑαυτόν τινα ὑπὲρ τοῦ κοινοῦ διδόναι, πολλαὶ φέρονται Ἑλλήνων καὶ βαρβάρων ἱστορίαι, τὴν περὶ τοῦ τοιούτου ἔννοιαν οὐκ ἀποπτυόντων οὐδὲ ἀποδοκιμαζόντων. πότερον μὲν οὖν ἀληθῆ ἐστιν τὰ τοιαῦτα, ἢ μή, οὐ τοῦ παρόντος
ἐστὶν καιροῦ μετ’ ἐξετάσεως διαλαβεῖν.
σταυρῷ ἀναλαβεῖν εἰς ἑαυτόν, καὶ βαστάσαι τῇ μεγάλῃ ἀυτοῦ ἐσχύϊ δεδυνημένου.
τὸν Ἰησοῦν παρέδωκεν ὁ πατὴρ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ δι’ αὐτὰς »ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐνώπιον τοῦ »κείραντος ἄφωνος«.
» τοῦ ἤρθη«· ὡς εἶναι τὰ ἑξῆς Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις ἤρθη. οὗτος δὲ ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ τοῦ θεοῦ ἤχθη εἰς
θάνατον.
>ἔθνους< εἰς τοὺς λοιπούς.
λέγομενη, μηδεμιᾶς ἡμᾶς ἐνεργούσης εἰς τὸ λόγειν δυνάμεως, ἕτερα δὲ ὡσπερεὶ ὑπηχούσης καὶ ὑποβαλλούσης δυνάμεώς τινος ἡμῖν τὰ λεγόμενα, κἂν μὴ τέλεον ἐξιστώμεθα καὶ ἀπαρακολουθήτως ἔχωμεν ἑαυτοῖς, ἀλλὰ δοκῶμεν παρακολουθεῖν οἷς λέγομεν.
τῶν λεγομένων· ὥσπερ νῦν Καϊάφας ὁ ἀρχιερεὺς καὶ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν καὶ οὗ εἶπεν τὸν νοῦν ὡς προφητείας λεγομένης οὐκ ἐδέχετο.
»νοήσει τὰ ἀπὸ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσιν φορέσει ἀπιγνωμοςύ- »νην«.
προφητεύειν πεποίηκεν καὶ τοὺς Σαοὺλ ἀγγέλους, πεμφθέντας ἐπὶ τὸν Δαβίδ, καὶ αὐτὸν τὸν Σαούλ· οἱονεὶ γὰρ τὸ ζητεῖν αὐτοὺς τὸν Δαβὶδ αἴτιον γέγονεν προφητείας, ἀλλὰ τοιαύτης, ὁποία ἀναγέγραπται.
τὸν Ἰσραὴλ ἐστρατοπεδευκότα· καὶ ἀεὶ ἄλλο μέρος στρατοπέδου βλέπων ἀπὸ τῆς καινότητος τοῦ βλεπομένου ἐκινεῖτο πρὸς τὸ λέγειν περὶ τοῦ Ἰσραήλ.
τοῦ »Ἰησοῦς ἔμελλεν ἀποθνήσκειν, οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ »ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ ἐις ἕν«.
οὐκ ἀνακρίναντες πάντα· τοῦτο γὰρ ἀκολουθεῖ λέγειν τοῖς φύσεις εἶναι οἰομένοις, καὶ παρὰ τὸ τοῦ ἀποστόλου βούλημα ἐννοεῖν τοὺς πνευματικούς, διδάσκοντος ὅτι »Ὁ πενυματικὸς ἀνακρίνει »πάντα, καὶ ὑπ’ οὐδενὸς ἀνακρίνεται«.
ἀλλὰ καὶ εἴ τις ὑπό τινος ἀνακρίνεται, ἐπεὶ ὁ πνευματικὸς ὑπ’ οὐδενὸς ἀνακρίνεται, οὐκ ἔστιν πνευματικός, ἢ οὐκ ἔστιν πω πνευματικός.
τὰς φύσεις >πενυματικοί<, ὥρα σκοπεῖν· καὶ ὅρα εἰ τέκνα θεοῦ διεσκορπισμένα ἕτερα παρὰ τὸ ἔθνος δύνασαι νοεῖν τοὺς ἤδη, ὅτε ταῦτα ἐλέγετο, δικαίους ἐν θεῷ, εἴτε προκεκοιμημένους πατριάρχας
χας ἢ προφήτας ἤ τινας ἄλλους ἐκλεκτοὺς τοῦ θεοῦ, εἴτε καὶ τοὺς ἤδη τότε ἰσχύοντας· ὡς γὰρ ὑπαρχόντων τῶν ἰσχυόντων καὶ μηδὲ
νοσούτων φηςίν· »Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ’ οἱ 53 54 »κακῶς ἔχοντες«, καὶ ὡς ὄντων δικαίων λέγει· »Οὐκ ἐλήλυθα κα- »λέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν«.
πληροῦσθαι τὴν τοῦ σωτῆρος εὐχὴν λέγοντος· »Ὡς ἐγὼ καὶ σὺ »ἕν ἐσμεν, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἕν ὦσιν«.
διεσκορπισμένα, ὑπὲρ ὧν ἔμελλεν ἐποθνήσκειν Ἰησοῦς, ἵνα αὐτὰ συναγάγῃ εἰς ἕν.
καὶ σκεψάμενοι περὶ τοῦ σωτῆρος ἡμῶν τί αὐτῷ ποιητέον αὐτοῖς, Καϊάφα τοῦ ἀρχιερέως τὰ προεχτεθειμένα εἰπόντος, ὑπὸ τῶν κόγων αὐτοῦ παροξυνθέντες συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν τὸν κύριον.
πνεῦμα καὶ ἐν τοιούτῳ ἐνήργησεν καὶ αἴτιον γεγένηται τῆς κατὰ τοῦ Ἰησοῦ συμβουλῆς, ἤ οὐκ ἐκεῖνο μὲν οὖν, ἄλλο δὲ τὸ δυνάμενον καὶ ἐν τῷ ἀσεβεῖ λαλῆσαι καὶ τοὺς ὁμοίους ἐκείνῳ κατὰ τοῦ Ἰησοῦ κινῆσαι οὐδὲν ἧττον καὶ ἑώρα τι εἰς τὸν Ἰησοῦν, ὡς κατὰ δύναμιν προεξητάσαμεν.
πνεύματος δοκοῦντος αἰτίου γεγονέναι ἵνα συμβουλεύσωτυαι ἀπο- κτεῖναι τὸν Ἰησοῦν ἐκ τῶν λόγων κινηθέντες τοῦ Καϊάφα οἱ ἀρ- χιερεῖς καὶ οἱ Φαρισαῖοι φηςὶν ὅτι οὐκ ἀλλότριόν ἐστιν τὸ τοιοῦτο ἔργον τῆς ἁγιότητος, ἐπεὶ μηδὲ Ἰησοῦς ἀνόξιον ἑαυτοῦ πεποίηκεν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἀλὼν τῶν ἐν τῷ Ἰσραὴλ καὶ
φάσκων·»Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ »βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται«.
ἔχειν, ἀλλὰ καταλιπὼν καὶ τοῖς ἐντυγχάνουσιν κρίνειν ὀπότερον χρὴ παραδέξασθαι περὶ τοῦ Καϊάφα, καὶ ὡς † ὑπὸ πόδας τοῦ πνεύματος κακινημένου.
Ἐφαρὶμ λεγομένην πόλιν, καὶ ἐκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν.
περὶ τοῦ ὁμολογεῖν τὸν Ἰησοῦν ἀγῶνα μὴ ἀναδύεσθαι τὴν Ὀμολογίαν, μηδὲ μέλλειν περὶ τὸ ὑπεραποθανεῖν τῆς ἀληθείας.
παρ’ ἡμᾶς εἰ φιλαυτοῦντες καὶ μὴ καὶ τὰ ἐκείνων σκο[οῦντες ἐπιδιδᾠημεν αὑτοὺς τῷ ἀναιρεῖσθαι , οὐ τῆς ἀνάγκης εἰς τοῖτο καταλαβούσης.
ἵνα μὴ ὁ δεῖνα προδότης χριστιανοῦ γένηται καὶ ἐπίβουλος τῆς κατὰ τὸν Ἰησοῦν θεοσεβείας, μὴ ἐκκλίνας μὲν καὶ προσπαροξύνας δὲ οὐχῖ καὶ περὶ τῆς ἐκίνου ἁμαρτίας δώσει λόγον, κἄν τὸ ὅσον ἐπὶ τῇ εἰς τὸ μαρτυρεῖν προθυμίᾳ καὶ τῇ εἰς τοῦτο ἐνδρείᾳ τιμῆς καὶ ἀποδοχῆς ἄξιος ᾖ παρὰ τῷ εὐσεβουμένῳ θεῷ καὶ ὁμολογουμένῳ
ὑπ’ αὐτοῦ σωτῆρι;
δεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὴν χεῖρα παρόντα καὶ μὴ φεύγοντα, ἐπεὶ μήπω ἐληλύθει ἡ ὥρα αὐτοῦ, οὑτως καὶ χωρὶς τοῦ ἀναχωρεῖν, ἐν τῷ καιρῷ τοῦ μηδέπω αὐτοῦ ἐφεστηκέναι τὴν ὥραν, οὐκ κατεσχέθημεν ἄν ἡμεῖς.
ἑξῆς, ἀλλὰ καὶ ὅτι ἠνίκα συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν τὸν Ἰησοῦν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι,
»Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, »ἐις Ἐφραὶμ λεγομένην πόλιν«.
καὶ ἐπὶ τὸν καιρὸν δὲ φθάσας τοῦ συλληφθῆναι, ἐτήρησεν ὐπὲρ τοῦ μὴ παρ’ ἑαυτὸν τουτο παθεῖν μήτε ἐν Ἱεροσολύμοις εὑρεθῆναι μήτε ἐν τῷ ἱερῷ, ἔνθα ἐδίδασκεν πολλάκις, μήτε ἐν ἄλλῳ τοιούτῳ τόπῳ· »Ἐξῆλθεν γὰρ σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶν »Κεδρών, ὅπου ἦν κῆπος εἰς ὅν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ 369Η »αὐτοῦ«.
»ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων«.
»αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον«· καὶ ὡς μὲν »εἶπεν αὐτοῖς· Ἐγώ »εἰμι, [δυνάμεως] ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί«.
»ρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν« ἑκόντα, »καὶ ἔδησαν »αὐτὸν« παρέχοντα ἑαυτὸν τοῖς δεσμοῖς· εἰ γὰρ μὴ ἐβούλετο παρεῖν, εἶπεν ἄν πάλιν· »Ἐγώ εἰμι«· καὶ ἀπῆθον ἄν οἱ τοσοῦτοι εἰς τὰ ὀπίσω καὶ πάντες ἔπεσον ἄν χαμαί.
οὕτως ἐν ἄλλοις εὕροις ἄν καὶ ἀπὸ τῶν νομιζομένων εἶναι ἐν κόσμῳ καλῶν ἀνχωροῦντα, ἵνα καὶ διὰ τούτων διδάξῃ φεύγειν τὰ ἐν κόσμῳ ἀξιώματα καὶ τὰς ἐν αὐτῷ ὑπεροχάς.
λεχθείη ἄη τοιαῦτα, ὅτι Ἰησοῦς πάλαι μὲν παρρησίᾳ τοῖς Ἰουδαίοις περιεπάτει ὅτε ὁ λόγος τοῦ θεοῦ διὰ πρφητῶν αὐτοῖς ἐνεπολιτεύετο· Ἰησοῦ γὰρ ἦν παρρησία ἡ »Τάδε λέγει κύριος«· ἀλλὰ νῦν οὐκέτι παρρησίᾳ ἐν τοῖς Ἰουδαίοις Ἰησοῦς περιπατεῖ, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν, καὶ οὐκ ἔστιν θεοῦ λόγος ἐν Ἰουδαίοις, καὶ ἀπελθὼν
ἐκεῖθεν (λέγω δὲ ἀπὸ τῶν Ἰουδαίων) εἰς τὴν ἐγγὺς τῆς ἐρήμου ἦλθεν χώραν, περὶ ἧς λέγεται· »Πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον »ἤ τῆς ἐχούσης τὸν ἀνδρα«, καὶ πρὸς ἤν εἴρηται· »Εὐφράνθητι 370Η »στεῖρα ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα«.
παρρησίᾳ περιπατῶν ἐν τοῖς Ἰουδαίοις.
»δίψαν« καὶ 280v »γῆν αὐτῶν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν »κατοικούντων ἐν αὐτῇ«· ἀπὸ δὲ τῶν ἐθνῶν »ἔρημον ἔθετο εἰς λίμνας »ὑδάτων«, καὶ »γῆν ἄνυδρον αὐτῶν γῆν εἰς διεξόδους ὑδάτων«.
καλὴν καὶ ἀγαθὴν γῆν καὶ ποιοῦσαν ἑκατονταπλασίονα, καὶ ἐφύτευσεν ἀμπελῶνας· κλήματα γάρ εἰςιν οἱ κυρίου μαθηταί, οἵτινες καὶ »ἐποίησαν καρπὸν γεννήματος· καὶ εὐλόγησεν αὐτοὺς καὶ ἐπλη- »θύνθησαν σφόδρα«.
θεὸς »ἐβοήθησεν τῷ ἐπὸ τῶν ἐθνῶν πέντητι λαῷ ἐκ πτωχείας καὶ »ἔθετο ὡς πρόβατα πατριάν«, οὑς ὄψονται εὐθεῖς ἄγγελοι καὶ »εὐ- »φρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς«.
»κυρίου«;
τῶν μαθητῶν.
»Ηὔξησέν με ὁ θεὸς ἐν τῇ γῇ τῇς ταπεινώσεώς μου«.
οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;
οὐ τοῦ κυρίου ἀλλὰ τῶν ἐλεγχομένων ἐπὶ ἁμαρτίαις.
ἑορτάς.
»ἀπῶσμαι τας ἑορτὰς ὑμῶν«.
τὸν Ἰησοῦν ἀποκτείναντες.
ὥστε ἐναγέστεροι γενέσθαι οὗ ἦσαν ἐναγεῖς πρὶν ἁγνίσωσιν ἑαυτούς. εἶπον γὰρ τῷ Πιλάτῳ οἱ παραδιδόντες αὐτῷ τὸν Ἰησοῦν Ἰουδαῖοι· »Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα«· δι’ οὓς ἔλεγεν τῷ σωτῆρι· »Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ σὸν ἔθνος καὶ οἱ ἀρχιερεῖς παρέδωκάν »δε ἐμοί«.
»οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτοὺν ποιῶν ἀντιλέγει »τῷ Καίσςαρι«. καὶ πάλιν· »Ἐκραύγασαν οἱ Ἰουδαῖοι· Ἆρον, ἆρον, 67 68 »σταύρωσον αὐτόν«.
»λατρέίαν προσφέρειν τῷ θεῷ«· τοῦτο ἀπ’ αὐτοῦ ἀρξάμενον πεπλήρωται.
ὡς ἀμνὸς θεοῦ, καὶ ἦρεν τὴν ἁμαρτίαν τοῦ κόσμου.
περὶ τοῦ Ἰησοῦ· »Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν »ἑορτήν;«
τὸν Ἰησοῦν, ἐπερειδόμενοι μὲν ὡς ἱεραῖς ταῖς γραφαῖς, διὰ δὲ τὸ ἀγνοεῖν τὸν ἐληλυθότα ζητοῦντες τοῦτον μὲν κακολογεῖ, ἕτερον δὲ τούτου Χριστὸν ὁμολογεῖν.
ἴνα ἁγνίσαντες ἑαυτοὺς δυνηθῶσιν, ἡνίκα ἂν τὸ πάσχα τυθῇ Χριστός, ἑορτάζειν μὴ »ζύμῃ παλαιᾷ«, μὴ »ζύμῃ κακίας καὶ πονηρίας, »ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας«.
εἰσιν αὐτῶν αἱ ἐντολαὶ <ἃς> διδόασιν Φαρισαῖοι καὶ ἀρχιερεῖς, τῶν σωματικῶν τυγχάνοντες Ἰουδαίων, κατὰ τοῦ Ἰησοῦ· βούλονται γάρ τινας μηνῦσαι αὐτοῖς τὸν Ἰησοῦν, ἵνα αὐτὸν ὑποχείριον λαβόντες προδῶσιν.
Commentarii In Evangelium Joannis. Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.