ΤΩΝ ΕΙΣ ΤΟ ΚΑTA ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΤΟΜΟΣ Κ.
ἑαυτὸν ἐμφανίζοντα, ἴνα τοῦ βάθους αὐτοῦ, δωρουμένου τοῦ πατρός, θεαταὶ γενώμεθα.
ἀπὸ τῆς >σπέρμα> φωνῆς καὶ τῆς >τέκνον> τὸ »Οἶδα »Ἀβραάμ ἐστε« πρὸς τὸ εὐθέως ἐπενεχθησόμενον καὶ πρὸς τοὺς αὐτοὺς λεγόμενον· »Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ »ποιεπιτε«.
τινὸς ἔχει τοὺς λόγους τοῦ σπείραντος ἐν ἐαυτῷ ἔτι ἡσυχάζοντας 1 καὶ ἀποκειμένους· τὸ δὲ τέκνον, μεταβαλόντος τοῦ σπέρματος καὶ ἐργασαμένου τὴν περικειμένην αὐτῷ ὔλην ἀπὸ τῆς γυναικὸς καὶ τῶν ἐπισυναγομένων τροφῶν, μορφωθὲν καὶ καὶ εἰς γένεσιν εὐτρεπισθὲν ὑφίσταται· καὶ εἴ τι μέρος ἐστὶν κυρίως τέκνον τινός, ὡς πρὸς τὰ σωματικά, ἐκ σπέρματος ὑπέστη, εἰ δέ τί ἐστιν σπέρμα, οὐ πάντως
τέκονον γίνεται.
τέκνα τοῦ Ἀρραάμ, μήποτε ἀπό τινων σπερματικῶν λόγων, συγκαταβαλλομένων τισὶν ὡς οἶμαι ψυχαῖς, δεῖ χαρακτηρίζειν τοὺς ὅντας σπέρμα τοῦ Ἀβραίαμ. καὶ εἴπερ, ὡς κατὰ τὸ σωματικὸν οὐ πάντες ἄνθρωποι σπέρμα εἰδὶν τοῦ Ἀβραάμ, οὕτω καὶ κατὰ τὰ ἀποδιδόμενα περὶ τοῦ τίνες εἰσὶν σπέρμα τοῦ Ἀβραάμ, δῆλον ὅτι οὐ
πάντες ἄμιρςποι μετὰ πάντη σπερματικῶν λόγων τῶν αὐτῶν] ἐγκατασπαρέντων αὐτῶν ταῖς ψυχαῖς τώ βίῳ τῶν ἀνθρώπων ἐπίδεδημήκασιν.
νατὸν καταλαβεῖν τοῖς ἐπιμελέστερον τὰ πρὸ γενέσεως καὶ τὰ ἐν γενέσει περὶ ἐκάστου διειληφόσιν· καὶ ἐπεὶ ταράξαι ἄν τινα τὰ τοιαῦτα. συνέντα μὲν ταυτα, μη ἀκριβουντα δέ, καινδυνῳ παραβαλοῦμεν 309R 287Η ἐαυτοὺς τῷ περὶ τῶν τοιούτων, ἔνθα τὸ λέγειν καὶ ἀναπτύσσειν πτύσσειν τὰ τοιαῦτά ἐστιν ἐπισφαλές, 239v κἂν ἀληθεύηται.
παραδίδοται τὰ τοιαῦτα, ἢ δοῦλοι ἄλλου τινὸς παρὰ τὸν κύριον τῶν κυριευόντων.
Ἀβραάμ· οὐδὲ γὰρ ῎εχουσιν τοὺς λόγους ἐγκατεσπαρμένους αὐτῶν ταῖς ψυκαῖς, δυναμένους, εἰ γεωργηθεῖεν, ποιῆσαι τέκνα τοῦ Ἀβραάμ.
Ἀβροαὰμ ὁ μηδὲ τὴν ἀρχὴν ἔχων τὸ ἐἶναι σπέρμα τοῦ Ἀβραάμ, ἀφ οὑ ἔρκεται τὸ γενέσθαι τέκνα τῷ Ἀβραάμ;
ἂν τῶν ἁμαρτωλῶν τις, μηδεμίαν ἔχων ἀπὸ σπερμάτων τοῦ καλοῦ· νυνὶ δὲ ὥσπερ ἐπὶ τῶν σωμάτων ὁ μέν τίς ἐστιν πλειόνων δικαίων σπέρμα, ἔτερος δὲ ὁλιγωτέρων, ὡς δῆλον ἔσται ἐκ τῆς παραθέσεως τῶν λεχθησομένων, οὕτως καὶ ἐπὶ τῶν τῆς ἀναγωνῆς τὸ ἀνάλογον ἔσται λέγειν.
ἔτι τῶν κατὰ τὸν Ἀδὰμ ἐν τίσιν τίσιν αὐτόν, τοῦ Σήθ, ὅν ἐξανέστησεν ὁ θεὸς ἀντὶ τοῦ Ἄβελ· καὶ τοῦ Ἐνώς, ὅς »ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ«· καὶ τοῦ Ἐνώχ, »ὅς εὐηρέστησεν τῷ θεῷ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθοιυσάλα, 288Η »ἔτη διακόσια«· καὶ τοῦ Νῶε, περὶ οὖ εἴρηται ὅτι 240r »δίκαιος, τέλειος ἐν τῇ γενεᾷ Ι αὐτοῦ· τῷ θεῷ εὐηρέστησεν Νῶε«· καὶ τοῦ Ζήμ, οὑ »κύριος ὁ θεὸς« πρώτου φαίνεται ἐν τῇ Γενέσει κεχρηματικέναι θεός, ὄπερ σαφές ἐστιν ἐκ τοῦ »Εὐλογητὸς κύριος 3 »ὁ θεὸς τοῦ Σήμ«·
Ἀρράμ· ἀλλ’ ὁ μὲν Ἀβραὰμ γεγεωργηκέναι οὕς εἶχεν ἐν ἑαυτῷ σπερματικοῶς λόγους πάντων τῶν πρὸ αὐτοῦ δικαίων, καὶ τούτοις προστεθεικέναι ἁγίαν ἰδίαν ποιότητα, τὴν κατὰ τὸ ἴδιον αὐτοῦ σπέρμα, οὑ ἐδύναντο μετέχειν οἱ μετ’ αὐτὸν καλούμενοι »σπέρμα Ἀβραάμ«· ὁ δὲ Ἀρρὰμ ἐλάχιστον ἑαυτοῦ ἐπιμέλειαν ἐπιμέλειαν πεποιῆσθαι καὶ τῶν
πατρικῶν ἐν ἐαυτῷ σπερμάτων , ὅθεν δεδύνηται προβαλεῖν πνέοντα κἂν κἄν ποσὸν τῆς σωτηρίας τὸν Λώτ· ὁ δὲ Ναχὼρ ἀμφοτέρων τῶν ἀδελφῶν ἐλάττων γεγονέναι.
εἶναι σπέρμα Νῶε· εἰ δὲ τοῦτο, καὶ σπέρμα Ἐνώχ, πάντως δὲ καὶ σπέρμα Ἐνὼς καὶ Σήθ· ἄδηλον δ’ ἡμῖν ἐπὶ τῶν πολλῶν κατωτέρω τοῦ Νῶε, τίς σπέρμα τοῦ Σὴμ καὶ τίς τοῦ Χὰμ καὶ τίς τοῦ Ἰάμεθ καὶ τῶν κατωτέρω· κατωτέρω· πλὴν οὐκ ἔστιν τις μηδαμῶς μετέχων σπέρματος δικαίων.
ἃς εἶχεν ὁ Ἀβραὰμ ἐκ τῶν προτέρων σπερμάτων γενέσθαι τὸν μὴ ὄντα σπέρμα τοῦ Ἀβραὰμ τοιοῦτον, ὥστε αὐτὸν οὐκ ὄντα ἀπὸ τοῦ Ἀβραὰμ ἐξομοιωθήναι τῷ Ἀβραάμ.
γεωργήσαντα γενέσθαι ἄλλον Ἀβραάμ, οὐ πάντως ἐκ σπέρματος Ἀβραὰμ ἀλλὰ κοὶ αὐτὸν ἱκανὸν σπείρειν ὡς Ἀβραάμ.
καὶ τάχα δέ πως καὶ ἀνιόντες.
φερουσῶν τὰ σπέρματα ἤτοι πλειόνων δικαίων ἤ ὀλιγω- 4 240v τέρων Ι καὶ ἀδίκων ὁμοίως.
περὶ ὧν φησιν ὁ λόγος· »Πορευόμενοι ἐπορεύοντο καὶ »αἴροντες τὰ σπέρματα αὐτῶν«;
ἐπορεύοντο καὶ αἴροντες αἴροντες τὰ σπέρματα x003C; οἶς ἀκολουθήσει 312R τὸ >Ἑρχόμενοι δὲ ἥξουσιν ἐν κλαυθμῷ, αἴροντες τὰ ἑαυτῶν »ὅς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· οὖ οὐκ ἐπλήρωσεν τὴν χεῖρα »αὐτοῦ ὁ θερίξων, καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων.
»καὶ οὐκ εἶπαν οἱ παράγοντες· Εὐλογία κυρίου ἐφ’ ὑμᾶς‘. καὶ ὅρα εἰ δύναται κατὰ τοῦτο τοῦτο καὶ μυστικώτερον λέγεσθαι ὑπὸ τοῦ σωτῆρος ἡμῶν τὸ »Μαζάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται«·
φέρει δικαιοσύνης λόγους, ὡς διὰ τοῦτο μὲν γεγράφθαι τὸ »Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ«, διὰ τοῦτο δέ πως εἶναι καὶ τὸ περὶ τοῦ Ἰωάννου εἰρημένον· »Μείζων »ἐν γεννητοῖς γυναικῶν Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν«.
τὸ ἀφανίξεσθαί τινα τῶν σπερμάτων ὑπὸ θεοῦ, ἴνα μὴ πλείονα τὰ κακὰ ᾖ ἐπὶ τῆς γῆς, σπειρομένων τῶν μὴ ἐχόντων ἀφορμὰς ἀπὸ κρειττόνων πρὸς τὸ γεωργῆσαι τὰ ἀπὸ διαφερόντων σπερμάτων· διὰ τοῦτο γὰρ κατακλυσμὸς γίνεται, ἵνα ἐξαφανιισθῇ τὸ τοῦ Κάϊν σπέρμα, οὐκ ἂν δυνηθέντων τῶν ἀπ’ αὐτοῦ γενομένων ἔχειν τί
γεωργήσωσιν, εἰ μὴ τὰ ἀπὸ τοῦ Ἀδὰμ μόνα.
Αἰγυπτίων καὶ συκαμίνους τῶν ἀσεβῶν.
τοι γε τέκνων Ἀβραὰμ τὰ ἔργα τοῦ Ἀβραὰμ ποιούντων, θεοῦ διδόντος, εὐκαιρότερον ἐροῦμεν, φθάσαντες ἐπὶ τὴν βάσανον ἐκείνης τῆς λέξεως.
ἀγεωργησίας ἀπολέσαι καὶ τὸ εἰναι αὐτοῦ σπέρμα. οὑτοι μέντοι γε ἔτι ἐλπίδων ἠσαν πρὸς οὓς ὁ λόγος, εἰδότος τοῦ Ἰησοῦ ὅτι σπέρμα ἔτι ἠσαν τοῦ Ἀβραὰμ καὶ θεωροῦντος ὅτι οὐδέπω ἀπολωλέκεισαν τὸ δύνασθαι γενέσθαι τέκνα τοῦ ᾿Αβραάμ· ὡς γὰρ δυνατοῦ ὄντος τοῦ αὐτοὺς γενέσθαι τέκνα τοῦ ᾿αβραὰμ πρὸς τῷ εἶναι αὐτοὺς
σπέρμα, φησὶν αὐτοῖς· »Εἰ τέκνα τοῦ ᾿Αβραάμ ἐστε, τὰ ἔργα τοῦ »᾿Αβραὰμ ποιεῖτε«.
σπερμάτων προκύπτει μᾶλλον ἐνεργῆσαι δυνηθὲν ἔσθ’ ὅτε ἓν τῶν σπερμάτων, οὕτως ἔστιν ἰδεῖν κοὶ ἐπὶ τῶν πνευματικῶν σπερμάτων.
τοῖσδε.
καὶ τοῦ ᾿Αβραάμ, καὶ ἄλλος τοῦ Χαναάν, καὶ ἄλλος τινὸς τῶν δικαίων ἢ τῶν ἀδίκων.
καὶ τοὺς κακίστους καὶ χωρὶς ἀρίστων σπερμάτων εἰσεληλυθότας εἰς τὸν βίον, καὶ δυσωπήσαι ἀπὸ τοῦ »Δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ ᾿Αβραάμ«.
οὐ κατὰ τὸ σωματικὸν εἰρῆσθαι τὸ »Οὐκ ἀπεστάλην εἰ μὴ εἰς »τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραὴλ« καὶ τὸ »Οὐδὲ ἐν τῷ »᾿Ισραὴλ τοσαύτην πίστιν ε+θρον«, καὶ ὅσα τούτοις εἴρηται παραπλησίως.
οὐ δυνάμενον εἰς αὐτοὺς δι᾿ ὑπερβολὴν μεγέθους ἰδίου τοῦ ὑπὲρ αὐτοὺς χωρεῖν, ἐπείπερ ἔτι ἠσαν σπέρμα τοῦ ᾿Αβραὰμ μόνον.
μέχρι γε τοῦ δεῦρο φήσεις ὅτι ὁ λόγος οὐ χωρεῖ ἐν τοῖς μὴ προκόψασιν ἀπὸ τοῦ εἶναι σπέρμα τοῦ Ἀβραὰμ μηδὲ ἐληλυθόσιν εἰς τὸ γε- 7 νέσθαι αὐτοῦ τέκνα.
καὶ τὴν συντριβὴν αὐτοῦ μέλη αὐτοῦ.
γενέσθαι τέκνον τοῦ Ἀβραάμ, δυνήσεται χωρῆσαι ὃν τέως οὐκ ἐχώρει λόγον θεοῦ.
γεγονέναι τοῦ λόγου, περὶ ὧν 242r ὁ Λουκᾶς φησι· »Καθὼς παρέδοσαν »ἡμῖν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου«, οὕτω τὸν σωτῆρα αὐτόπτην λέξομεν εἶναι τῶν παρὰ τῷ πατρί, καὶ κατὰ τοῦτο εἰρῆσθαι τὸ »Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός«, οὐκέτι αὐτοπτῶν ὄντων οἷς ἂν ὁ υἱὸς ἀποκαλύψῃ.
τῶν ἐν τῷ πατρὶ τυγχάνειν τὸν σωτῆρα σαφῶς ἡ προκειμένη λέξις ἐν τῷ »Ἅ ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ«. ζητήσαις δ᾿ ἂν ε'θ ἔσται ποτὲ ὅτε οἱ ἄγγελοι αὐτοὶ ὄψονται τὰ παρὰ τῷ πατρί, οὐκέτι διὰ μεσίτου καὶ ὑπηρέτου βλέποντες αὐτά· ὅτε μὲν <οὖν> ὁ τὸν υἱὸν ἑώρακε τὸν πατέρα τὸν πέμψαντα αὐτόν, ἐν υἱῷ τις
ὁρᾷ τὸν πατέρα· ὅτε δὲ ὡς ὁ υἱὸς ὁρᾷ τὸν πατέρα καὶ τὰ παρὰ τῷ πατρὶ ὄψεταί τις, οἱονεὶ ὁμοίως τῷ υἱῷ αὐτόπτης ἔσται τοῦ πατρὸς καὶ τῶν τοῦ πατρός, οὐκέτι ἀπὸ τῆς εἰκόνος ἐννοῶν τὰ περὶ τούτου οὑ ἡ εἰκών ἐστιν.
θεος τα παντα ἐν πᾶσιν.
μέν τις φήσει, ἁπλούστερον ἀκούσας τοῦ »Ἅ ἠκούσατε παρὰ τοῦ »πατρὸς ποιεῖτε«, ὅτι ἤκουσαν παρὰ τοῦ πατρὸς τῷ τὸν πατέρα κεχρηματικέναι διὰ Μωσέως καὶ τῶν προφητῶν τὰ ἐν νόμῳ καὶ προφήταις ἀναγεγραμμένα ποιητέα· ὅστις τῷ ῥητῷ πρὸς τοὺς ἑτεροδόξους χρώμενος. σαφῶς παρίστησιν ὅτι οὐκ ἄλλος ἐστὶν τοῦ τὸν
νόμον καὶ τοὺς προφήτας δεδωκότος θεοῦ ὁ Χριστοῦ πατήρ.
τῷ πατρὶ καὶ ἀκούσασαι αὐτοῦ, αἵτινες καὶ ἔρχονται πρὸς τὸν σωτῆρα, ἐξ ὧν ἦσαν καὶ οἱ νῦν ἐξεταζόμενοι πεπιστευκότες αὐτῷ ᾿Ιουδαῖοι, πρὸς οὓς ἔλεγεν· »῾Υμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς »ποιεῖτε«· καὶ ἐρεῖ ὅτι οὗτοί εἰσιν οἱ καὶ καλούμενοι σπέρμα ᾿Αβραάμ.
»παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ἐμὲ« ἐμφαίνει πάντως ἔρχεσθαι πρὸς τὸν σωτῆρα τὸν ἀκούσαντα παρὰ τοῦ πατρὸς καὶ μεμαθηκότα παρ᾿ αὐτοῦ· τὸ δὲ »καὶ ὑμεῖς οὐν ἃ ἠκού- »σατε παρὰ τοῦ πατρὸς ποιεῖτε« ἀπαγγελλόμενον πρὸς τοὺς ζητοῦντας ἀποκτεῖναι τὸν υἱὸν τοῦ θεοῦ ᾿Ιουδαίους, οἷς καὶ ὡς μηδέπω
οὖσιν τέκνοις τοῦ Ἀβραὰμ λέγεται τὸ »Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, »τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«, παρίστησιν τὸ μηδέπω 242v τούτους καρποὺς ἔχειν τοῦ ἐληλυθέναι πρὸς τὸν σωτῆρα· πρὸς δὲ τὸν οὕτως ἀντιλέγοντα ἀπαντήσεταί τις, μὴ ταὐτὸν εἶναι φάσκων τὸ »Πᾶς ὁ »ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθών« τῷ »Καὶ ὑμεῖς οὐν ἃ ἠκού-
»σατε παρὰ τοῦ πατρός«· ὁ μὲν γὰρ πρὸς τῷ ἀκοῦσαι παρὰ τοῦ πατρὸς μαθὼν πάντως ἔρχεται πρὸς τὸν σωτῆρα· οἱ δὲ ἀκούσαντες μὲν μὴ πάντως δὲ καὶ μεμαθηκότες οὐδέπω τέκνα εἰσὶν τοῦ Ἀβραάμ.
καὶ εἰς τὸ »Ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν« ἀποδιδόντων 9 κατὰ Ἡρακλέωνα ὅτι διὰ τοῦτο οὐ χωρεῖ ὅτι ἀνεπιτήδειοι ἤτοι κατ᾿ οὐσίαν ἢ κατὰ γνώμην, πῶς οἱ ἀνεπιτήδειοι κατ’ οὐσίαν ἤκουσαν παρὰ τοῦ πατρός;
οἴονται, λεγομένου πρὸς τοὺς ἀλλοτρίους ὅτι »Διὰ τοῦτο ὑμεῖς »οὐκ ἀκούετε, ὄτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν«;
ἠσαν καὶ τῆς μακαρίας φύσεως, πῶς ἐζήτουν αὐτὸν ἀποκτεῖναι; καὶ πῶς ὁ τοῦ σωτῆρος λόγος οὐκ ἐχώρει ἐν αὐτοῖς;
ἐκδεξάμενοι περὶ τοῦ τίς αὐτῶν ἠν ὁ πατὴρ ἢ ὡς ὁ κύριος ἔλεγεν.
ἀποκριναμένοις φήσειε ὅ.τι ὡς μέτριοι καὶ μὴ διδόντες ἑαυτοῖς τὸ εἶναι υἱοῖς θεοῦ, τοῦ Ἰησοῦ λέγοντος· »Ἅ ἠκούσατε παρὰ τοῦ πατρὸς »ποιεῖτε« καὶ ἀναφέροντος ἐπὶ τὸν θεόν, φασίν· »῾Ο πατὴρ ἡμῶν ᾿Αβραάμ ἐστιν«.
»ποιεῖτε«.
τὸν Ἀβραὰμ ψεκτὸς ὡς οὗτοι πρὸς οὓς ὁ λόγος, πολλῷ μᾶλλον οὐκ ἔσται τέκνον τοῦ θεοῦ.
δύναται λαμβάνεσθαι ἀντὶ τοῦ ἀπὸ τοῦ πατρός , καὶ τοῦτο σαφὲς ἐκ τοῦ »Ἅ ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ« ἴσον δυναμένου νου τῷ παρὰ τῷ πατρί μου«.
ἀποκτεῖναι τὸν υἱὸν οὐκ ἠγάπων αὐτόν· μὴ ἀγαπῶντες δὲ αὐτὸν οὐκ ἂν ἐχρημάτιζον οἱ] υἱοὶ τοῦ θεοῦ. ὥστε δῆλον ὅτι τὸ »Καὶ ὑμεῖς οὖν »ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε« οὐκ ἴσον δύναται τῷ παρὰτοῦ> πατρὸς .
τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε.
ἂν ὑπὸ τῶν παραδεχομένων τὸ »Πίστις χωρὶς ἔργων νεκρά ἐστιν« οὐδ᾿ ὑπὸ τῶν ἀκουόντων ὅτι διαφέρει τὸ δικαιοῦσθαι »ἐκ πίστεως« 295H ἤπερ »ἐξ ἔργων νόμου«, ἀπολεγέτωσαν διὰ τί οὐκ εἴρηταί· »Εἰ τέκνα »τοῦ Ἀβραάμ ἐστε, τὸ ἔργον τοῦ Ἀβραὰμ ποιεῖτε« ἑνικῶς, ἀλλὰ πληθυντικῶς· »Τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«, ἵσον, ὡς οἶμαι, τυγχάνον
τῷ πάντα>< »τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«.
ποιεῖν τὰ ἔργα τοῦ Ἀβραάμ, σαφῶς καὶ ἐντεῦθεν μανθάνομεν ὅτι δεῖ πᾶσαν τὴν κατὰ τὸν ᾿Αβραὰμ ἀλληγοροῦντα ἱστορίαν ἕκαστον πνευματικῶς ποιῆσαι τῶν πεπραγμένων ὑπ᾿ αὐτοῦ, ἀρξάμενον ἀπὸ τοῦ »Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου 11 »τοῦ πατρός σου, εἰς τὴν γῆν ἣν ἄν σοι δείξω«, εἰρημένου οὐ μόνῳ τῷ Ἀβραὰμ ἀλλὰ καὶ παντὶ τῷ ἐσομένῳ τέκνῳ αὐτοῦ.
ἡμᾶς ἐπεξελθεῖν, εἴπερ ἀκούομεν τοῦ σωτῆρος λέγοντος· »Εἰ τέκνα »τοῦ ᾿Αβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«· οὕτω γὰρ φθάσομεν, ὡς καταλιπόντες τὴν ἡμετέραν γῆν, ἐφ᾿ ἣν δείξει ἡμῖν γῆν ὁ θεός, τὴν ἀληθῶς ἀγαθὴν καὶ ὄντως 243v πολλήν, ἣν ἀπὸ κυρίου τοῦ θεοῦ πρέπει δίδοσθαι τοῖς ποιήσασι τὸ προστεταγμένον ἐν τῷ »Ἔλξεθε
»ἐκ τῆς γῆς σου«.
ὑπὸ κατάραν ἔσεσθαι, πᾶσάν τε γῆς φυλὴν ἐν ἡμῖν εὐλογεῖσθαι (ὅτε καὶ περὶ ἡμῶν εἴποι ἂν ὁ λόγος· »Ἐπορεύθη«, περὶ ᾿Αβραάμ· »Καὶ ἐπορεύθη ᾿Αβραάμ, καθάπερ ἐλάλησεν αὐτῷ »κύριος«· οἶμαι δὲ ὅτι έν ταῖς ἀρχαῖς καὶ ἐπὶ ποσὸν ὁ Λὼτ ἔψεται ἡμῖν, οὗ σύμβολον ἦν τὸ Καὶ ᾤχετο μετ᾿ αὐτοῦ Λώτ«), καὶ ἐπανελθόντες
εἰς γῆν Χαναὰν διοδεύσομεν τὴν γῆν ἕως τοῦ τόπου Συχέμ οὕτω τῇ ἀναβάσει τῆς διανοίας προκόπτοντες ἕως ἔλθωμεν ἐπὶ τὴν δρῦν τὴν ὑφηλήν.
»Τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε« κοὶ τὸ οἰκοδομῆσαι θυσιαστήριον 296H κυρίῳ τῷ ὅπου ἡ ὑψηλὴ δρῦς ἐπιφαινομένῳ καὶ ἡμῖν, καὶ μετὰ ταῦτα ἀποστῆναι ἀπὸ τοῦ τόπου τῆς ὑψηλῆς δρυὸς ὡς ἐπὶ τὸ ὄρος, καὶ τοῦ ὄρους κατὰ τὰς ἀνατολὰς τῆς Βαιθήλ, ὃ ἑρμηνεύεται Οἶκος , ἔνθα στήσει ἑαυτοῦ τὴν σκηνήν, τῆς μὲν Βαιθὴλ ὡς ἐπὶ κατὰ θάλασσαν, τῆς δὲ Ἀγγαὶ ὡς ἐπὶ κατ᾿ ἀνατολάς· ἑρμηνεύεται δὲ ᾿Αγγαὶ >Ἑορταί<.
ἐρήμῳ. μετὰ ταῦτα πεῖραν λιμοῦ λήψεται τοῦ ἐπὶ τῆς γῆς καὶ εἰς τὴν Αἴγυπτον καταβήσεται παροικῆσαι ἐκεῖ, ἴνα μὴ καὶ αὐτοῦ κατισχύσῃ ὁ λιμὸς ὁ ἐνισχύσας ἐπὶ τῆς γῆς. καὶ καταβήσεται εἰς Αἴγυπτον μετὰ τῆς εὐπροσώπου ἑαυτοῦ γυναικός, συνθήκας τινὰς τιθέμενος πρὸς αὐτήν, ἴν εὐ ἑαυτῷ δι᾿ αὐτὴν οἱ
καὶ γένωνται ἐν Αἰγύπτῳ »αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι καὶ »παῖδες καὶ παιδίσκαι καὶ ἡμίονοι καὶ κάμηλοι«.
ἅτινά ἐστιν ἀλληγορύμενα· <ἃ> ὡς πνευματικοὶ 244r πειρασόμεθα.
χρῄζομεν εἰς τὸ νοῆσαι τὰ ἔργα τοῦ Ἀβραάμ; καὶ ὅσης δυνάμεως εἰς τὸ ποιῆσαι αὐτά; ποίας δὲ σοφίας ἢ ποίας δυνάμεως δεόμεθα, ἢ Χριστοῦ, ὅς ἐστιν θεοῦ δύναμις καὶ Μοῦ σοφία;«
ἔργα τοῦ Ἰσαὰκ ποιεῖτε· τὰ δὲ ὅμοια καὶ περὶ τοῦ Ἰακὼβ καὶ ἑνὸς ἑκάστου τῶν ἁγίων πατέρων.
Ναβουχοδονόσορ, ἤ τινος τῶν ἀσεβῶν.
ὡς ἀνθρώπῳ ἐπιβουλεύουσιν· οὐδεὶς γὰρ πειθόμενος εἶναι θεὸν τοῦτον ᾧ ἐπιβουλεύει, ἐπιβουλεύσαι ἂν αὐτῷ ἔτι.
βλεπομένῳ ἐπιτίθενται· ἵνα δὲ καὶ ἀποκτείνωσιν τὸ σῶμα τοῦ λόγου, 321R σαφὲς ὅτι μετὰ ταῦτα οὐδὲν δύνανται ποιῆσαι περισσότερον.
ἐπιφανείᾳ τῆς παρουσίας ἑαυτοῦ τὸν ἀντικείμενον λόγον καὶ ἐπαιρόμενον ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα.
ἦν, οὐκ ἀπέθανεν. ζητήσεις δέ, ἐπεὶ γέγραπται ὅτι »Ὁ λόγος σὰρξ 298Η »ἐγένετο«, πότερόν ποτε ὁ γενόμενος σὰρξ λόγος τῷ γεγονέναι σὰρξ γέγονεν καὶ ἄνθρωπος ἢ οὐ γέγονεν ἄνθρωπος.
καὶ ἀποκαθίσταται ἕκαστος ἐπὶ τοῦτο ὅπερ ἠν πρὶν γένηται σάρξ.
τὸ »Τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν«, εἴπερ οὐκ ἐποίησεν τὸ μηδαμῶς γενόμενον κατὰ τὸν χρόνον αὐτοῦ· οὐ γὰρ γεγόνει κατὰ τὸν χρόνον αὐτοῦ ὁ Ἰησοῦς.
τῆς περὶ αὐτοῦ ἱστορίας χρόνους καὶ πρότερον. κατὰ τοῦτο δὲ οἴομαι πάντα τὸν ὅπαξ φωτισθέντα καὶ γευσάμενον δωρεᾶς ἐπουρανίου μέτοχόν τε γενηθέντα πνεύματος ἁγίου, καὶ καλον γευσαμενον θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος καὶ παραπεσόντα πάλιν, ἀνακαινίζειν ἑαυτὸν εἰς μετἀνοιαν, ητοι προσταυρουντα η ανασταυροῦντα
τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντα, εἴτε πρὸ τῆς 245r ἱστορουμένης σωματικῆς τοῦ σωτῆρος ἡμῶν ἐπιδημίας εἴτε καὶ ὕστερον.
ἀναγεγραμμένον ὡς ὑπὸ τοῦ σωτῆρος εἰρημένον· »Ἄνωθεν μέλλω »σταυροῦσθαι«, οὗτος, ὡς μετὰ τὴν ἐπιδημίαν παραδέχεται τὸ »Ἄνω- »θεν μέλλω σταυροῦσθαι« γινόμενον, οὕτω καὶ πρὸ τῆς ἐπιδημίας, ὅταν τὰ αὐτὰ αἴτια γίνηται τὸ λέγεσθαι ἄν· >ἤδη τί γὰρ οὐχὶ ὡς >ἄνωθεν< μέλλει σταυροῦσθαι,
ἐσταύρωτο; ὅρα δὲ εἰ μὴ μόνων τῶν μετὰ τὴν παρουσίαν 299H ἐστὶν ἁγίων φωνὴ τὸ »Χριστῷ συνεσταύρωμαι«, ἀλλὰ καὶ τῶν προτέρων, ἵνα μὴ διαφέρειν λέγωμεν τοὺς μετὰ τὴν παρουσίαν ἁγίους Μωσέως καὶ τῶν πατριαρχῶν.
ἀλλὰ καὶ ὑπὸ τῶν προτέρων. ἐφίστημι δὲ καὶ τῷ Θεὸς Ἀβραὰμ »καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ· θεὸς δὲ οὐκ ἔστι νεκρῶν ἀλλὰ »ζώντων« εἰρημένῳ ὑπὸ τοῦ σωτῆρος, μήποτε διὰ τοῦτο ζῶντές εἰσιν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἐπεὶ καὶ αὐτοὶ συνταφέντες τῷ χριστῷ συνανέστησαν αὐτῷ, οὐ πάντως κατὰ τὴν σωματικὴν τοῦ
Ἰησοῦ ταφὴν ἢ σωματικὴν ἀνάστασιν αὐτοῦ. ταῦτα πρὸς τὸ »Τοῦτο »Ἀβραὰμ οὐκ ἐποίησε«.
οὐκ ἦν.
ἴνα ἀληθῶς αὐτοῦ γένωνται μαθηταὶ καὶ γνῶσιν τὴν ἀλήθειαν ἐπὶ τῷ ἐλευθερωθῆναι ὑπ᾿ αὐτῆς, ἔλεγεν τὸ »Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ »πατρὸς ὑμῶν« καί, ὡς ἐν τοῖς ἑξῆς ἐπιφέρεται, τὸ »Ὑμεῖς ἐκ τοῦ »πατρὸς τοῦ διαβόλου ἐστέ«.
οὐ μὴν ἤδη ἀληθῶς χρηματισάντων μαθητῶν τοῦ Ἰησοῦ, ὅμως κατανοητέον καὶ τὸ έν τῇ καθολικῇ ἐπιστολῇ ὑπὸ Ἰωάννου εἰρημένον περὶ υἱῶν θεοῦ καὶ υἱῶν διαβόλου· »Ὁ ποιῶν, γὰρ φησι, τὴν ἁμαρ- »τίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπ’ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει.
»διαβόλου. πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι 300H »σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτἀνειν, ὄτι ἐκ τοῦ θεοῦ γεγέννηται.
τούτων οὕτως ἐχόντων κατανόησον εἰ μὴ σαφῶς εἴρηται ὅτι πᾶς »ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν«.
»ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν« ἀναφερομένου »τοῦ πατρὸς‘ ἐπὶ τὸν διάβολον διὰ τὸ »Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ«.
»βόλου«, ὅσον οὐδέπω τὰ έν ἡμῖν ἔλυσεν ἔργα τοῦ διαβόλου, τῷ μὴ παρεστακέναι ἡμᾶς ἑαυτοὺς τῷ λύοντι τὰ ἔργα τοῦ διαβόλου, οὐδέπω ἀπεθέμεθα τὸ εἶναι τέκνα τοῦ διαβόλου, ἀπὸ τῶν καρπῶν ἐπιγινωσκόμενοι τίνος ἐσμὲν υἱοί.
οὕτως δεδημιουργῆσθαι υἱός τις έν ἀνθρώποις λέγεται τοῦ θεοῦ· 17 καὶ δῆλον ὅτι δύναται ὁ ποτὲ υἱὸς τοῦ διαβόλου γενέσθαι υἱὸς τοῦ θεοῦ, ὅπερ σαφὲς καὶ ὁ Ματθαῖος ποιεῖ ἀναγράφων τὸν σωτῆρα οὕτως εἰρηκέναι· »Ἠκούσατε ὅτι ἐρρέθη· Ἀγαπήσεις τὸν πλησίον »σοῦ καὶ μισήσεις τὸν ἐχθρόν σου· ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπήσατε »τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς·
περὶ μὲν τοῦ διαβόλου τέκνων ὅτι »Ὁ ποιῶν τὴν ἁμαρτίαν »ἐκ τοῦ διαβόλου ἐστίν«· περὶ δὲ τῶν τοῦ θεοῦ ὅτι Πᾶς ὁ γεγεννη- »μένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ »μένει καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται«, σαφὲς ὅτι πᾶς ἄνθρωπος συμπεπληρωκὼς τὸν λόγον ἤτοι τέκνον
τοῦ θεοῦ ἐστιν ἢ τέκνον τοῦ διαβόλου· ἤτοι γὰρ ποιεῖ ἁμαρτίαν ἢ ἁμαρτίαν οὐ ποιεῖ, οὐδενὸς ὄντος μεταξὺ τοῦ ποιεῖν ἁμαρτίαν καὶ τοῦ ἁμαρτίαν μὴ ποιεῖν· καὶ εἰ μὲν ποιεῖ ἁμαρτίαν, ἐκ τοῦ διαβόλου ἐστίν· εἰ δὲ ἁμαρτίαν οὐ ποιεῖ, ἐκ τοῦ θεοῦ γεγέννηται.
διαβόλου ἀποφάσεως τὰ ἐν τῇ αὐτῇ ἐπιστολῇ λεγόμενα περὶ τῶν 301H ὄντων έν τῷ υἱῷ τοῦ θεοῦ καὶ τῶν μὴ ἑωρακότων αὐτόν· »Πᾶς, »γάρ φησιν, ὁ ἐν αὐτῷ. μένων οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνων »οὐχ ἑώρακεν αὐτόν«.
οὐχ ἑώρακεν αὐτόν, ὁ ἑωρακὼς αὐτὸν οὐχ ἁμαρτάνει.
δύνηται ὁ αὐτός, τῷ ποιεῖν ἀγαθὰ καὶ πονηρὰ ἔργα ἀνὰ μέρος, διὰ μὲν τὰ ἀγαθὰ τέκνον εἶναι θεοῦ, διὰ δὲ τὰ ἐναντία τέκνον τοῦ διαβόλου. ἀλλὰ τοῦτο πρὸς τῷ ἀλογώτατον εἶναι οὐ δηλοῦται ἀπὸ τῶν ῥητῶν.
καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται«.
»ἐστίν«, οὕτως ἀναγέγραπται· »ὁ ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ θεοῦ ἐστιν‘. καὶ πρόσχες ταῖς διαφοραῖς τῶν προτάσεων, τίνα τρόπον μετὰ πάσης ἀκριβείας τῷ Ἰωάννῃ εἴρηνται, ὥστ᾿ ἂν τινὰ πῶς ἀλήπτως καί, ὡς ἂν εἴποιέν τινες, διαλεκτικῶς ἐξήνεγκεν αὐτάς, μὴ τὰ ὅμοια προενεγκάμενος περὶ τῶν ἐκ τοῦ
διαβόλου καὶ τῶν ἐκ τοῦ θεοῦ· ὁμοίως δ᾿ ἂν ἐξήνεγκεν εἰ πεποιήκει. ὥσπερ τὸ »Ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν«, οὕτως 246v »ὁ ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ θεοῦ ἐστιν« ἢ ὥσπερ ἀνέγραψεν ὅτι »Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ« πεποιήκει τὸ »πᾶς ὁ γεγεννημένος ἐκ τοῦ διαβόλου δικαιοσύνην οὐ ποιεῖ«.
ἐκ τοῦ διαβόλου εἴρητο, χεῖρον ἄν τι ἐνέφαινεν παρὰ τὸ »Ἐκ τοῦ »διαβόλου ἐστίν«.
ὅτι τινὰ τῶν κτισμάτων ἐστὶν μὲν ἐκ τοῦ θεοῦ, οὐ μὴν γεγέννηται ἐκ τοῦ θεοῦ, καὶ πάντως ταῦτα ἐλάττονα ἔχει τάξιν έν τῷ παντὶ τῶν γεγεννῆσθαι λεγομένων ἐκ τοῦ θεοῦ.
τοῦ ὄντος ἐκ τοῦ θεοῦ γεγεννημένου ἐκ τοῦ θεοῦ.
»γεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει, ἀλλὰ ὁ γεγεννημένος ἐκ »τοῦ θεοῦ τηρεῖ ἑαυτὸν καὶ ὁ πονηρὸς οὐχ
γεγέννηται ἐκ τοῦ θεοῦ· ἅπτεται δὲ ὁ πονηρὸς τῶν μὴ τηρούντων ἑαυτούς.
οὕτως ἔχει· »Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ »ἐκ τοῦ οἴκου τοῦ πατρός σου. καὶ ἄπελθε εἰς τὴν γῆν ἥν σοι »δείξω«.
ποιεῖ τὰ ἔργα τοῦ Ἀβραάμ, πρῶτον δὲ τῶν ἔργων ἐστὶν τὸ ἐξελθεῖν ἐκ τῆς γῆς ἑαυτοῦ καὶ ἐκ τῆς συγγενείας ἑαυτοῦ καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς ἑαυτοῦ καὶ ἀπελθεῖν εἰς τὴν γῆν ἥν δείκνυσιν αὐτῷ ὁ 303H θεός, 247r καὶ διὰ τοῦτο οὑτοι, πρὸς οὓς ὁ λόγος, ἐλέγχονται ὡς οὐκ ὄντες τέκνα τοῦ Ἀβραάμ, δῆλον ὅτι οὐκ ἐξεληλυθότες ἐκ τοῦ οἴκου
τοῦ πατρὸς ἑαυτῶν ὀνειδίζονται ὡς ἔτι τοῦ πονηροῦ πατρὸς ὄντες καὶ ἔτι ποιοῦντες τὰ ἐκείνου τοῦ πατρὸς ἔργα.
20
παρακεκαλυμμένως αἰνισσόμενοι ἐκ πορνείας γεγεννῆσθαι τὸν σωτῆρα, ὡς εἰκὸς τοῦτο ὑπονοοῦντες τῷ μὴ παραδέχεσθαι τὴν διαβόητον καὶ τεθρυλλημένην αὐτοῦ γένεσιν ἐκ τῆς παρθένου.
εἰ ἁπλούστερον νοηθεδίη τὸ »Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα« τὸ εἰρημένον ὑπ᾿ αὐτῶν.
ἡμεῖς μᾶλλον ἕνα πατέρα ἔχομεν τὸν θεόν, ἤπερ σύ, ὁ φάσκων μὲν ἐκ παρθένου γεγεννῆσθαι, ἐκ πορνείας δὲ γεγεννημένος, καὶ διὰ τὸ αὐχεῖν τὸ ἐκ παρθένου γεγεννῆσθαι λέγων ἕνα πατέρα ἔχειν μόνον τὸν , τῶν ὁμολογούντων τὸν πατέρα θεὸν οὐκ ἀρνουμένων καὶ ἄνθρωπον πατέρα.
εἶναι ῥήματα τῶν πεπιστευκότων αὐτῷ Ἰουδαίων. καὶ πρὸς τοῦτο δὲ λεκτέον ὅτι εἰρημένου ἐν τῇ ἀρχῇ τοῦ πρὸς αὐτοὺς λόγου τοῦ· »Ἐὰν ὑμεῖς μείνητε έν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστὲ καὶ γνώσεσθε τὴν ἀλήθειαν«, ὡς καὶ δυναμένων αὐτῶν μένειν έν τῷ Ἰησοῦ λόγῳ καὶ μὴ μένειν, οὐκ ἀδύνατον ἦν τινὰς ἐκ τῶν
ἐλεγχθέντων μὴ μεμενηκέναι αὐτοῦ έν τῷ λόγω̣, καὶ μὴ μείναντας πικρότερον καὶ προσκρουστικῶς εἰρηκέναι τὸ »Ἡμεῖς ἐκ πορνείας οὐ »γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν τὸν θεόν«·
καὶ προσηλωμένοι κολλῶνται τῇ πόρνῃ ὕλῃ, γινόμενοι πρὸς αὐτὴν ἓν σῶμα, τῶν ἐκ τοῦ θεοῦ γεγεννημένων ἀφισταμένων τῆς πόρνης ὕλης, καὶ κολλωμένων τῷ κυρίῳ καὶ ἑνουμένων τῷ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγῳ, καὶ τῇ σοφίᾳ αὐτοῦ, ἥν »ἔκτισεν ἀρχὴν »ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«, ἕνα γένωνται πρὸς αὐτὴν ἓν πνεῦμα·
Ο μὲν γὰρ »κολλώμενος τῇ πόρνῃ ὲν σῶμά ἐστιν· ὁ δὲ κολλώμενος »τῷ κυρίῳ ἕν πνεῦμά ἐστιν«.
τούτῳ, διηγούμενοι αὐτό, ὅτι ὡς οἰκεῖον ἂν ὑμῶν καὶ ἀδελφὸν ἐπέγνωτέ με, ἀλλὰ καὶ ὡς ἴδιον ἠγαπήσατε ἂν ἐμέ, εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἠν, ἐπαπορητέον οὕτως πρὸς αὐτούς·
ὁ θεὸς Παύλου πατὴρ οὐκ ἦν.
»πατὴρ ὑμῶν ἦν. ἠγαπᾶτε ἂν ἐμέ« ὑγιῶς ἦν προσλαβεῖν οἱονεὶ λέγοντα 329R τὸν Ἰησοῦν· >ἀλλὰ μὴν ἐμὲ οὐκ ἀγαπᾷς, οὐκ ἄρα ὁ σού ἐστιν, ὠ .
θαῖον εὐαγγελίῳ γεγραμμένων· »Ἠκούσατε ὅτι ἐρρέθη· Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου.
»ρανοῖς« ἐμφαίνοντι ὅτι οὐ πρότερόν τις ὢν υἱὸς τοῦ ἐν οὐρανοῖς πατρὸς γίνεται αὐτοῦ υἱός.
»Ὑμῶν« (οὐδὲν γὰρ ὂν ἐζητήσαμεν, εἰ ἐγέγραπτο· »ὅπως »υἱοὶ τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς«), καὶ μάλιστα ἐπεὶ δοκεῖ μάχην περιέχειν τὸ γίνεσθαι υἱόν τινα, οὐχ ἁπλῶς τοῦ έν οὐρανοῖς πατρός, ἀλλὰ τοῦ ἰδίου πατρός.
ἅμα δὲ ἐπιστήσεις διὰ τὸ τινὰς μὲν τῶν πεπιστευκέναι νομιζομένων λέγεσθαι δούλους τοῦ θεοῦ, ἑτέρους δὲ χρηματίζειν αὐτοῦ υἱούς. μήποτε οὐχ ἡ τυχοῦσα ἐντολή, ἀλλά τινα κατ᾿ ἐξαίρετον κατορθούμενα ποιοῦσιν γενέσθαι υἱὸν θεοῦ τὸν κατορθώσαντα.
υἱοὶ »τοῦ πατρὸς ὑμῶν τοῦ έν οὐρανοῖς«, ἐπιφέρεται τώ »Ἐγὼ δὲ »λέγω ὑμῖν· Ἀγαπήσατε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς«.
δεσπότου ἐστὶν τὰ πάντα) ἐν τῷ ἀγαπῶντι τοὺς ἐχθροὺς ἐαυτοῦ καὶ προσευχομένῳ ὑπὲρ τῶν διωκόντων αὐτόν.
ἂν αὐτόθεν ἐνεποίησεν προσκοπήν.
οὕτως οἱονεὶ ὑετόν τινα τὴν προσευχὴν ὁ ἅγιος καταπέμπει ἐπὶ τοὺς κάτω που τυγχάνοντας, διὰ τὸ διώκειν αὐτόν, καὶ περὶ τῶν τοιούτων προσευχόμενος. ταῦτα μὲν εἰς τὸ ὑποπεσὸν ἡμῖν τρανωθῆναι τὸ »Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἠν, ἠγαπᾶτε ἂν ἐμέ«.
»ἥκω«, 248v εἰς ὅ χρήσιμόν μοι φαίνεται παραθέσθαι τὸ ἐκ Μιχαίου οὕτως ἔχον »Ἀχούσατε, λαοί, λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ »ἐν αὐτῇ· καὶ ἔσται κύριος ἐν ὑμῖν εἰς μαρτύριον, κύριος ἐξ οἴκου »ἁγίου αὐτοῦ. διότι ἰδού, κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου ἑαυτοῦ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσε-
»ται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς »ἀπὸ προσώπου πυρὸς καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει«.
τόπος αὐτοῦ ἐστιν ὁ θεός.
μορφήν, ἑαυτὸν κενώσαντα, συνήσει πῶς ὁ υἱὸς τοῦ θεοῦ ἐξῆλθεν καὶ ἧκεν πρὸς ἡμᾶς, καὶ οἱονεὶ ἔξω γεγένηται τοῦ πέμψαντος αὐτόν, 331R εἰ καὶ κατ᾿ ἄλλον τρόπον οὐκ ἀφῆκεν αὐτὸν μόνον ὁ πατήρ, ἀλλὰ μετ᾿ αὐτοῦ ἐστιν, καὶ ἔστιν ἐν τῷ υἱῷ ὥσπερ καὶ αὐτὸς ἐν τῷ πατρί. 24 καὶ εἰ μὴ κατ᾿ ἄλλον γε τρόπον νοήσαις εἶναι τὸν υἱὸν ἐν τῷ πατρί,
ἀντὶ τοῦ »γεγέννημαι ἀπὸ τοῦ θεοῦ«, οἷς ἀκολουθεῖ ἐκ τῆς οὐσίας φάσκειν τοῦ πατρὸς γεγεννῆθαι τὸν υἱόν, οἱονεὶ μειουμένου καὶ λείποντος 307H ποντος τῇ οὐσίᾳ ᾗ πρότερον εἶχεν τοῦ θεοῦ, ἐπὰν γεννήσῃ ὡσεὶ νοήσαι τις τοῦτο καὶ ἐπὶ τῶν ἐγκυμόνων.
ἅπερ ἐστὶν δόγματα ἀνθρώπων μηδ᾿ ὄναρ φύσιν ἀόρατον καὶ ἀσώματον πεφαντασμένων, οὖσαν κυρίως οὐσίαν.
καὶ ἀπὸ τοῦ Ἱερεμίου, ἔνθα γέγραπται· »Οὐκ ἀπέστελλον τοὺς »προφήτας, καὶ αὐτοὶ ἔτρεχον«.
τὸν τόπον καὶ εἰς τὸν περὶ ψυχῆς λόγον· τάχα γὰρ ἡ μὲν τοῦ Ἰησοῦ ψυχὴ ἐν τῇ ἑαυτῆς τυγχάνουσα τελειότητι ἐν θεῷ καὶ τῷ πληρώματι ἦν, καὶ ἐκεῖθεν ἐξεληλυθυῖα, τῷ ἀπεστάλθαι ἀπὸ τοῦ πατρός, ἀνέλαβεν τὸ ἐκ τῆς Μαρίας σῶμα. ἄλλαι δὲ οὐχ οὕτως ἐξῆλθον ἀπὸ τοῦ θεοῦ, τουτέστιν οὐκ ἀπεσταλμέναι οὐδὲ ὑπὸ τοῦ θείου βουλήματος
προπεμφθεῖσαι.
οὐ δύναται ἀκούειν.
δὲ ὄντος >οὐκ ἐδύναντο<, δῆλον ὅτι ἔξεστιν αὐτῶν, καὶ οὐ μὴ δύνασθαι ἀκούειν τῶν Ἰησοῦ λόγων ἐπὶ τὸ ἀκούειν αὐτῶν, καὶ οὐ διὰ φύσιν ἀνιάτως ἔχουσαν, ὅτε οὐ δύναταί τις ἀκούειν· καὶ μάλιστα 308H ταῦτα προσακτέον τοῖς ἑτεροδόξοις, χαίρουσι ταῖς ἀλληγορίαις καὶ ἀνάγουσιν τὴν περὶ τῶν ἰάσεων ἱστορίαν ἐπὶ τὰς τῆς ψυχῆς θεραπείας,
ἀπολυομένης ὑπὸ τοῦ Ἰησοῦ πάσης νόσου καὶ πάσης μαλακίας.
τοῦ μὴ δύνασθαι αὐτοὺς ἀκούειν τὸν Ἰησοῦ λόγον μηδὲ γινώσκειν αὐτοῦ τὴν λαλιὰν ἐν τῷ »Ὑμεῖς ἐκ τοῦ πα- »τρὸς τοῦ διαβόλου ἐστέ«. αὐταῖς γοῦν λέξεσίν φησι· »Διατί »δὲ οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν, ἢ ὅτι ὑμεῖς »ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ;« ἀντὶ τοῦ »ἐκ τῆς
»οὐσίας τοῦ διαβόλου«, φανερῶν αὐτοῖς λοιπὸν τὴν φύσιν αὐτῶν, καὶ προσελέγξας αὐτοὺς ὅτι οὔτε τοῦ Ἀβραάμ εἰσιν τέκνα (οὐ γὰρ ἂν ἐμίσουν αὐτόν), οὔτε τοῦ θεοῦ, διὸ οὐκ ἠγάπων αὐτόν.
ῥητῷ, ἐμφαίνονται εἶναι οὗτοι πρὸς οὕς ὁ λόγος· ἕτερον δέ, ὅ βέλτιόν ἐστιν, ὅτι ὑμεῖς ἐκ τοῦδε τοῦ πατρός ἐστε, καθ᾿ οὗ κατηγορεῖται τὸ >διάβος<.
εἶναί τινα τοῦ διαβόλου πατέρα, οὗ υἱοὺς δόξει λέγειν τοὺς πρὸς οὕς ὁ λόγος ἐστίν, χρήσεται τῷ ἐπιφερομένῳ οὕτως ἔχοντι· »Ὅταν »λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ »αυτοῦ«;, καὶ φήσει ψεῦδος μὲν εἶναι τὸν διάβολον, ἄλλον δὲ παρὰ τοῦτον εἶναι τὸν τοῦ φεύδους πατέρα.
μᾶλλον γὰρ τὸ ψεῦδος ἐφαρμόσει τῷ ἐναντίφ τοῦ εἰπόντος· »Ἐγώ εἰμι ἡ ἀλήθεια«· λέγω δὲ τῷ ἀντιχρίστῳ, οὗ φεύστης
ἐστὶν ὁ πατήρ, ὁ πατήρ, ὁ διάβολος ὤν.
»ἐγένου, καὶ οὐχ ὑπάρζεις εἰς τὸν αἰῶνα« ἐρημένον ἐν τῷ Ἰεζεκιὴλ περί τινος διὰ τὴν κακίαν μεταβεβληκότος εἰς τὸ γενέσθαι αὐτὸν ἀπώλειαν, καθ᾿ ὁμοιότητα παραμυθήσει καὶ τὸ περὶ τοῦ ψεῦδος εἶναί τινα (οὐ) τῇ ὑποστάσει ἐκ κατασκευῆς, ἀλλὰ ἐκ μεταβολῆς καὶ ἰδίας προαιρέσεως τοιοῦτον γεγενημένον, καὶ οὕτως, ἵνα καινῶς ὀνομάσω,
πεφυσιωμένον.
τὸ ἕκαστον τὸν προφερόμενον ψεῦδος ἐκ στόματος ἑαυτοῦ πατέρα εἶναι οὗ λαλεῖ ψεύδους· καὶ οὐκ ἐπίθανός γε ἔσται ἡ τοιαύτη ἀπό- καὶ ταῦτα μὲν 250r ὡς παρακείμενα τῇ ἀμφιβολίᾳ τοῦ ἐκκειμένου 334R ἡμῖν ῥητοῦ εἰρήσθω.
ἐξ ἑαυτοῦ, οὑτος οὐ μίαν ἀλλὰ πλείονας ἐπιθυμίας τοῦ τοιούτου πατρὸς ποιεῖν ἐθέλει· καὶ τῶν ἐν παντὶ υἱῷ διαβόλου ἐπιθυμιῶν ἀπὸ τῶν ἐν τῷ διαβόλῳ ἐπιθυμιῶν γεννωμένων, σαφὲς ὅτι αἱ ἐκείνου ἐπιθυμίαι φρόνημα ὕλης εἰσὶν καὶ φθορᾶς, ἅς κυρίως ἔχθρας εἴποι τις ἂν εἶναι πρὸς θεόν.
πλεονεξίας φάσκειν εἶναι τὰς ἐκείνου ἐπιθυμίας, γεννώσας ἐν υἱοῖς αὐτοῦ παραπλησίως ταύταις ἐπιθυμίας, οὐκ ἀπεμφαίνει· ἀλλὰ καὶ γενικῶς ἀκαθαρσίας τῇ φύσει ἐναντίας τυγχανούσας τῇ καθαρότητι λέγειν εἶναι τὰς ἐκείνου ἐπιθυμίας, ἀφ᾿ ὡν αἱ πρὸς τὰ ἀκάθαρτα ἐπιθυμίαι ἐγγίνονται τέκνοις τοῦ διαβόλου, οὐ δυσπαράδεκτόν ἐστιν.
πορνείαν λέγειν εἶναι τὴν ἐκείνου ἐπιθυμίαν ἢ μοιχείαν ἢ παιδοφθορίαν ἢ μαλακότητα οὐκ εὐχερῶς ἄν τις παραδέξοιτο, κἂν ἀπορῇ πῶς αἱ ἐπιθυμίαι αὑται έν ἀνθρώποις ἀπὸ τῶν ὲν ἐκείνῳ γίνονται ἐπιθυμιῶν, ὅσον ἐπὶ τῇ λέξει, οἱονεὶ καθολκοῦ τινος παρισταμένου 310H περὶ τῶν ἐν ἀνθρώποις ἐπιθυμιῶν, ὡς ἄρα θέλουσιν οἱ ἄνθρωποι
τὰς ἐπιθυμίας τοῦ πατρὸς αὐτῶν ποιεῖν, ὥστε πάντα, ἃ ἐπιθυμοῦσιν παρανόμως, πρότερον ἐπιθυμίας εἶναι τοῦ πατρὸς αὐτῶν.
καὶ τούτων ἐπιθυμῶν ἐμποιεῖ τοῖς δυναμένοις αὐτῷ ὑπηρετήσασθαι ἐπιυθμίαν τοῦ ποιῆσαι, ἅπερ ἐκεῖνος ἐνεργῆσαι βούλεται, ὥστ᾿ ἂν κατὰ τοῦτο τὸν ἐνεργοῦντα τὴν πορνείαν ἢ τὴν μοιχείαν πρότερον λέγειν τοῦ ἀνθρώπου πορνεύειν καὶ μοιχεύειν.
ἐπιθυμεῖ δὲ φιλαργύρους ποιῆσαι καὶ προσπαθεῖς τοῖς ὑλικοῖς πράγμασιν· ταύτην δὲ τὴν ἐπιθυμίαν αὐτοῦ θέλουσι ποιεῖν οἱ οὐκ ἄλλως 335R ἢ τῷ θέλειν φιλοῦντες τὸ ἀργύριον.
γὰρ χοϊκὸς ἐκεῖνος, τῷ πρῶτος ἀποπεπτωκὼς τῶν κρειττόνων καὶ ἐπιτεθυμηκὼς ἑτέρας παρὰ τὴν κρείττονα ζωῆς ζωὴν ἄξιος γεγονέναι τοῦ ἀρχὴν αὐτὸν εἶναι οὔτε κτίσματος οὔτε ποιήματος ἀλλὰ »πλά- »σματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων »αὐτοῦ«. καὶ ἡμῶν δὲ ἡ προηγουμένη ὐπόστασίς έστιν ἐν τῷ κατ
εἰκόνα τοῦ κτίσαντος· ἡ δὲ ἐξ αἰτίας ἐν τῷ ληφθέντι ἀπὸ τοῦ χοῖ τῆς γῆς πλάσματι.
προσνεύοιμεν ἐπὶ τοῦτον. οὗ κατ᾿ εἰκόνα γεγόναμεν, ἐσόμεθακαὶ καὶ καθ ὁμοίωσιν θεοῦ, πᾶσαν τὴν πρὸς ὕλην καὶ σώματα προσπάθειαν καὶ 311H τὴν πρός τινα τῶν καθ’ ὁμοίωσιν ἀπολείψαντες.
ὥστ’ ἂν τὸ μὲν ἀστεῖον βούλησιν ὀνομάσαι ἣν ὁρίζονται εὔλογον ὄρεξιν, τὸ δὲ φαῦλον ἐπιθυμίαν, ἥν φασιν εἶναι ἄλογον ὄρεξιν ἢ σφοδρὰν ὄρεξιν, λεκτέον ὅτι πᾶσα γενητὴ φύσις τὰς ἐπιθυμίας τοῦ ἰδίου πατρὸς θέλει ποιεῖν, ὥσπερ καὶ πᾶσα ποιεῖ τὰ ἔργα τοῦ ἰδίου πατρός, τοῦ μὲν πρώτως ἁγίου πατρὸς ἀγενήτου τυγχάνοντος (οὑτος.
δέ ἐστιν ὁ θεός), τοῦ δὲ πρώτως πονηροῦ πατρὸς ἐξ οὐδενὸς ὄντος 336R πατρός· οὐδὲ γὰρ ὑπέστησέν τις ἐν αὐτῷ πατὴρ τὴν πονηρίαν, ἀλλ’ ἡ ἀπὸ θεοῦ ἐκτροπὴ γεγέννηκεν αὐτήν.
τὸν διάβολον, προειρημένου τοῦ »Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβό- »λου ἐστέ« καὶ ἐπιφερομένου τοῦ »Ἐκεῖνος ἀνθρωποκτόνος ἠν ἀπ »ἀρχῆς«.
τοῦ ἐπιθυμῆσαί τινα αὐτῶν ἄξιά έστιν, ὡς τὰ εὐλογητὰ τοῦ εὐλογεῖσθαι, καὶ τὰ ἀγαπητὰ τοῦ ἀγαπᾶσθαι.
τῆς ἐπιθυμίας. καὶ ὁ σωτὴρ δέ φησιν· »Ἐπιθυμίᾳ ἐπεθύμησα »τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν«.
οὐ πάντως δὲ ὁ ἐπιθυμῶν ἀπόντος ἐπιθυμεῖ, ὡς οὐδὲ ὁ βουλόμενος Πάντως τὰ ἀπόντα βούλεται.
γὰρ καὶ ὁ σωτὴρ τὰς ἐπιθυμίας τοῦ πατρὸς ἑαυτοῦ θέλει ποιεῖν, καὶ ποιεῖ τὰ ἔργα τοῦ πατρὸς ἑαυτοῦ.
ποιεῖν ἤτοι ἐπιθυμία ἐστὶν τοῦ ἀγαθοῦ ἐν οὐρανοῖς πατρὸς ἡμῶν ἢ τοῦ ἐχθροῦ αὐτῷ διαβόλου.
ποιοῦμεν, ἀλλὰ κοὶ οἷς θέλομεν. σὔταρκες γὰρ εἰς τὸ εἶναι τοῦ διαβόλου υἱὸν τὸ κἂν θέλειν αὐτοῦ ποιεῖν τὰς ἐπιθυμίας· καὶ τάχα διὰ 31 τοῦτο μετὰ τὸ »Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ἡμῶν« εἴρηται τὸ »Τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν«, ἵνα μάθωμεν ὅτι εἰ καὶ μόνον θέλομεν ποιεῖν ἅπερ ἐπιθυμεῖ ὁ διάβολος, χρηματιοῦμεν διαβόλου υἱοί.
ἄρα ἀρκεῖ πρὸς τὸ εἶναι υἱὸν θεοῦ τὸ θέλειν αὐτοῦ ποιεῖν τὰς ἐπιθυμίας, κἂν μὴ προσῇ τούτῳ τὸ ποιεῖν τὰ ἔργα τοῦ θεοῦ.
τῷ καλῷ θέλειν τοῦ συζύγου αὐτῷ τοῦ ἐνεργεῖν καὶ γὰρ »πῶσιν τὸν θεὸν 251v πάντα συνεργεῖ εἰς ἀγαθόν«), καὶ οὐκ ἂν καλὸν θέλειν ἀτελὲς ἐάσαι ὁ ποιῶν πάντα καλὰ λίαν· ἀλλ᾿ οὐδὲ ἐπινοηθῆναι δύναται καλὸν θέλειν μὴ συνεζευγμένης τῆς κατὰ τὸ οὕτω θέλειν ἐνεργείας καλῆς τῷ καλῷ θέλειν.
κἂν εμποδίζοιτο ὑπὸ τῆς προνοίας εὐλόγως πολλάκις, ὅτε ὑπέρ τινος καθολικῶς χρησίμου ἢ ὅπως ποτὲ χρησίμου χρεία ἀνακόπτεσθαι τὸ κατὰ τὸ θέλειν τὸ χεῖρον ἔργον.
διαβόλου οὐσίας παρὰ τὴν τῶν ἄλλων λογικῶν οὐσίαν.
καὶ τοῦ παρορᾶν, οὕτως παντὸς τοῦ πεφυκότος λόγῳ παρακολουθεῖν ἡ παρακολουθητικὴ οὐσία ἡ αὐτή ἐστιν, εἴτε παραδέχεται τὸν λόγον εἴτε ἀνανεύει πρὸς αὐτόν.
τῶν εἰρημένων ὁ μέν τις ἐπικρίνας συγκατέθετο τῷ λεγομένῳ, ὁ δὲ ἀνένευσεν πρὸς αὐτό.
αἰτίου τῆς πονηρίας, τὸ δὲ ἔγκλημα τῷ αὐτὸν οὐσιώσαντι καὶ δημιουργήσαντι προσάψομεν, ὅπερ ἐστὶ πάντων ἀτοπώτατον. 32
ἐπὶ τῶν ἐν τῇ ψυχῇ δυνάμεων, τῆς τε μνημονικῆς καὶ τῆς οὕτως φανταστικῆς· ἀνάγκη γάρ, εἰ ἑτεροούσιός ἐστιν ἄνθρωπός τις παρ’ ἕτερον, καὶ ἑτερογενεῖς εἶναι τὰς τῆς ψυχῆς δυνάμεις, καὶ ἑτερογενῆ εἶναι, φέρε εἰπεῖν, τὴν μνημονικὴν παρὰ τὴν μνημονικὴν διανοητικὴν παρὰ τὴν διανοητικήν.
τούτων, ἃ ὁμοίως ἂν νοήσαι καὶ διανοηθείη, ὥστε· καὶ συγκαταθέσθαι ἢ ἐπισχεῖν ἢ ἀνανεῦσαι ὅν φασιν ἐκεῖνοι πνευματικὸν καὶ ὃν λέγουσιν εἶναι χοϊκόν. ἆρα γὰρ τὸ παραπλήσιον ἐν διαφόροις γέγονεν οὐσίαις, 252r ἢ διὰ τοῦτο παραπλήσιον γέγονεν τὸ πάθος, ἐπεὶ ὁμοούσιον ἦν τοῦτο ᾧ συμβέβηκε τὸ πάθος;
αὐτοὺς τύπους φαντασιῶν κοὶ συγκαταθέσεων καὶ διανοήσεων καὶ μνημονεύσεων γεγονέναι ἐν τοῖς ἑτεροουσίοις ἄλογον· τὸ δὲ ἐν τοῖς ὁμοουσίοις ἐκ μέρους ὡς παρὰ ταύτην εἶναί τινα καὶ ἄλλην οὐσίαν έν αὐτοῖς ἠλίθιον.
μηδὲ φαντασιουμένην ἐν οἷς φασὶν εἶναι πνευματικοῖς κρείττονα τῆς νοούσης καὶ διανοουμένης, ἢ ἐν τοῖς χοϊκοῖς ἤτοι ὁμοίαν ἢ χείρονα· 314H
οὕτω δυνατὸν ἀπὸ τῶν αὐτῶν φαντασιῶν τοὺς παραπλησίους ἐγγενέσθαι τύπους τοῖς ἐν διαφόροις οὐσίαις τυγχάνουσιν καὶ φαντασιουμένοις· 339R τὸ δ’ ὅμοιον καὶ ἐπὶ διανοίας καὶ νοήσεως καὶ μνημονεύσεως φήσουσιν.
ἀνομοίως παραβεβλημένος ἤπερ πείθειν τὸν ἀκριβῶς τῷ παραδείγματι ἐπιστήσαντα· ἐπὶ μὲν γὰρ τῆς εἰκόνος ἔχω δεῖξαι, ἤτοι ἐν χρυσῷ ὁ τύπος ἢ έν ἀργύρῳ, ᾗ μὲν ὁ τύπος παραπλήσιος δείκνυται, τὴν ἰδιότητα τοῦ ἐν χρυσῷ γεγονέναι παρὰ τὸ ἐν ἀργύρῳ τετυπῶσθαι ἢ ταῖς λοιπαῖς ὕλαις.
τοῦ < εἰρήσθω. πάλιν εἰς τὸ »Τὰς ἐπιθυ- »μίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν« διαστέλλεται λέγων τὸν διάβολον μὴ ἔχειν θέλημα ἀλλ᾿ ἐπιθυμίας.
εἰ καὶ ἐπὶ τοῦ παρόντος ἐν προχείρῳ οὐκ ἔχομεν παραθέσθαι, εἴ που ἐν τῇ γραφῇ τὸ θέλειν ἐπὶ τοῦ διαβόλου τέτακται.
ὀνομασίας, πρῶτον φύσει, δεύτερον γνώμῃ, τρίτον ἀξίᾳ· καὶ φύσει μέν, φησίν, ἐστὶν τὸ γεννηθὲν ὑπό τινος γεννητοῦ, ὃ καὶ κυρίως τέκνον καλεῖται· γνώμῃ δέ. ὅτε τὸ θέλημά τις ποιῶν τινος διὰ τὴν ἑαυτοῦ γνώμην 315H τέκνον ἐκείνου οὑ ποιεῖ τὸ θέλημα καλεῖται· ἀξίᾳ
καθ᾿ ὃ λέγονταί τινες γεέννης τέκνα καὶ σκότους ἀνομίας, καὶ ὄφεων καὶ ἐχιδνῶν γεννήματα.
τοιαύτην δὲ διαστολὴν δεδωκὼς οὐδὲ κἂν ἐπὶ ποσὸν ἀπὸ γραφῶν παρεμυθήσατο τὴν ἰδίαν διήγησιν.
τὸ »Ἤμεθα † φύσει τέκνα ὀργῆς ὡς καὶ οἱ λοιποί«; ἢ λεγέτωσαν 34 ἡμῖν ὡς οὐκ ἔστιν ἀναλωτικὸν καὶ μάλιστα κατ᾿ αὐτὸν φθοροποιὸν ἡ ὀργή, ἧς τέκνα ἤμεθα.
διαβόλου τέκνων τοῦτο ἀποφαίνεσθαι, ὡς ὁμοιουμένων αὐτῷ τῷ ποιεῖν τὰ ἔργα αὐτοῦ καὶ οὐ διὰ τὴν οὐσίαν καὶ τὴν κατασκευὴν τὴν χωρὶς ἔργων τέκνων διαβόλου χρηματιζόντων;
»Ἰσραήλ« πατάξας τὸν Γολιάθ, ζητητέον τὴν ζωὴν καὶ τὸν ἐναντίον ταύτῃ θάνατον αὐτοῦ, ἕνα νοηθῇ ὁ ψεκτῶς ἀνθρωποκτόνος.
ἄλλου τινὸς ἀποκτείναντος αὐτοὺς ἢ τοῦ 253r ἀνθρωποκτόνου διαβόλου, ὅτε τὴν Εὔαν διὰ τοῦ ὄφεως ἠπάτησεν καὶ ἡ Εὔα δέδωκεν τῷ ἀνδρὶ ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγεν ὁ ἀνήρ.
τοὺς Σαδδουκαίους ἀπορρητότατα τοῖς συνιέναι τοῦ λεγομένου δυναμένοις εἰρημένον ἐν τῷ κατὰ Ματθαῖον· »Περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος· 316H »Ἐγώ εἰμι θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ; οὐκ ἔστιν 341R »ὁ θεὸς θεὸς νεκρῶν, ἀλλὰ ζώντων«, καὶ ἐν τῷ κατὰ Λουκᾶν·
»Ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωσῆς ἐμήνυσεν, ὡς λέγει ἐπὶ τῆς Δάτου κύριον τὸν θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακώβ· »οὐκ ἔστιν ὁ θεὸς νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ 35 ἔτι δὲ καὶ ἐν τῷ κατὰ Μάρκον·
ζῇ ἐκ νεκρῶν ἀναστάς, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ νεκροὶ ἦσαν, πρὶν ζήσωσιν· νεκρὸς δὲ κυρίως οὐδεὶς λέγεται μὴ πρότερον ζήσας.
ἀδιάφορος ζωὴ καὶ μήτε ἀγαθὸν οὖσα καθ᾿ αὑτὴν μήτε κακὸν κατὰ τὸ »Ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται«, καὶ ὄφει τὴν ζωὴν τοῦ κατ’ εἰκόνα ἀνθρώπου. νοήσας δὲ αὐτοῦ τὴν ζωὴν συνήσεις τίνα τρόπον ὁ ἀνθρωποκτόνος ἀπέκτεινε τὸν ζῶντα ἄνθρωπον, οὐ διά τινα ἕνα ἰδίως ποιόν, ἀλλὰ δι᾿ ὅλον τὸ γένος, ὅ
ἀπέκτεινεν, καθ’ ὃ »ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν«, λεχθησόμενος ἀνθρωποκτόνος.
τὸ »Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ »θανάτου τούτου«; βλέπων καὶ τίνα τρόπον εἴρηται τὸ »Εἰς χοῦν θανάτου κατήγαγές με«· καὶ τὸ »Ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κα- »κώσεως«· καὶ τὸ »Σῶμα τῆς ταπεινώσεως ἡμῶν«.
καὶ ἄρχει τῶν νεκρῶν, ζῶντος δὲ οὐδενὸς ἡγεισθαι δύναται.
νεκρῶν κυριεύσῃ.
ἐστιν ἡμῶν· εἰ δὲ ἔτι ἐσμὲν ἐν νεκροῖς, ὁ θεὸς οὐ νεκρῶν καὶ ἡμῶν οὐκ ἔσται θεός.
Πρὸς Κορινθίους οὕτω λέγεται· »Σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἀνα- »στήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα«· έν δὲ τῇ πρὸς Θεσσαλονικεῖς· »Τοῦτο γὰρ ὑμῖν λέγομεν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἰ »ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου, οὐ μὴ »φυάσωμεν τοὺς κοιμηθέντας· ὅτι αὐτὸς ὁ κύριος έν κελεύσματι, ἐν
φωνῇ ἀρχαγγέλου καὶ ἐν σἀλπιγγι θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ, »καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον· ἔπειτα ἡμεῖς οἱ »ζῶντες, οἱ περιλειπόμενοι, ὅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέ- »λαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν »κυρίκῳ ἐσόμεθα«.
τετελειωμένους καὶ μηδαμῶς ἔτι ἁμαρτίαν ἐργαζομένους, νεκροὺς δὲ ἐν Χριστῷ τοὺς διακειμένους μὲν κατὰ τὴν ἐν Χριστῷ πίστιν καὶ προαιρουμένους βιοῦν καλῶς, οὐ μὴν ἤδη κατωρθωκότας ἀλλ’ ἔτι ἁμαρτάνοντας, ἤτοι κατ᾿ ἄγνοιαν τοῦ ἀκριβοῦς περὶ δικαιοσύνης ἀληθοῦς λόγου, ἢ κατὰ ἀσθένειαν νικωμένων τῶν κριμάτων ἀπὸ
τῆς ἐπιθυμούσης κατὰ τοῦ πνεύματος σαρκός.
πάντων τῶν ἐχθρῶν ὑποτεθέντων τοῖς ποσὶν τοῦ υἱοῦ τοῦ θεοῦ ἔσχατος ἐχθρὸς αὐτοῦ θάνατος καταργηθῇ.
παντὶ καιρῷ, καὶ ὑπὸ μηδεμιᾶς περιστάσεως ἤ τινος σωματικῆς προφάσεως, οἷον δυσυπομενήτων πόνων ἢ σφοδροτέρας ὀρέξεως ἀφροδισίων ἢ ὁποιασδήποτε αἰτίας σαλευόμενος, ὥστ᾿ ἂν καὶ ἐπὶ Ποσὸν μετακινηθῆναι ἀπὸ τοῦ καλοῦ, εὐλόγως ἂν ἑστηκέναι ἐν τῇ ἀληθείᾳ νομίζοιτο·
αἵματος φύσεις· ἔστιν γὰρ καὶ ἐν τῇ ἐκείνων ζωῇ τὰ κατορθοῦντα ἑστηκέναι ἐν τῇ ἀληθείᾳ δεόντως λέγειν· εἰ δέ τις μὴ οὕτως »οὐχ ἕστηκεν ἐν τῇ ἀληθείᾳ«.
ὀνομάσω, ταῖς βάσεσιν καὶ σειομέναις βιαζομένων ἑστάναι ἐν αὐτῇ καὶ μηδέπω τοῦτο ἐχόντων· ἑτέρων δὲ τοῦτο μὲν οὐ πεπονθότων, ἐν κινδύνῳ δὲ τοῦ ἐν τούτω γενέσθαι καθεστηκότων, ὁποῖός ἐστιν ὁ λέγων· »Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες«, καὶ ἄλλων καὶ πεπτωκότων ἐν αὐτῇ, περὶ ὡν οἶμαι λέγεσθαι τὸ »Πᾶς ὁ πεσὼν
ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται«.
μόγις δέ ποτε τοῦτο καὶ μετὰ πολλὰ ἐγγίγνεταί τινι. μέχρι γοῦν τοῦ »Ἰδού, τόπος παρ’ ἐμοί, καὶ στήσῃ ἐπὶ τῆς πέτρας« Μωσῆς οὐδέπω εἱστήκει ἐπὶ τῆς πέτρας. καὶ εἴ 254v τίς γε ἐπιμελέστερον 344R τῇ ἀνθρωπίνῃ φύσει, οὐκ εὐχερῶς δυναμένῃ καθαρεύειν ἀπὸ ψευδῶν δογμάτων, ὄψεται ὅτι ὥσπερ »πᾶς ἄνθρωπος ψεύστης«, οὕτως πᾶς 38 ἄνθρωπος οὐχ ἕστηκεν ἐν τῇ ἀληθείᾳ.
οὐχ ἕστηκεν ἐν τῇ ἀληθείᾳ, δῆλον ὅτι καὶ ὁ διάβολος ὁ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος, καὶ ἡ αἰτία γε τοῦ μὴ ἑστηκέναι αὐτὸν ἐν ἀληθείᾳ τοῦτον εἴρηται τὸν τρόπον· »Ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ‘.
λογισθεὶς τῶν λοιπῶν ἀπατωμένων, ὅτι ἐκεῖνοι μὲν ὑπὸ τούτου ἀπατῶνται, αὐτὸς αὐτὸς ἑαυτῷ δημιουργός ἐστιν τῆς ἀπάτης.
μέτοχοι μετέχουσιν τοῦ εἰπόντος· »Ἐγώ εἰμι ἡ ἀλήθεια«.
πολλῶν ἀληθῶν τοῦτο νομίζῃ.
γε δόξει ἔχειν λόγον. τινὸς μὲν φήσοντος κατὰ τοῦτο εἰρῆσθαι τὸ »Οὐκ ἔστιν ἀλήθεια έν αὐτῷ«, ἐπεὶ οὐ μετέχει Χριστοῦ, ᾡ γε καὶ προσπολεμεῖ· ἑτέρου δέ, ἐπείπερ οὐδὲν ἀληθὲς ἀληθὲς φρονεῖ ἀλλ᾿ διέψευσται, καὶ διὰ τοῦτό ἐστιν διάβολος καὶ πονηρὸς καὶ χείρων παντὸς οὑτινοσοῦν πταίοντος, ὅτι τάχα ἐν μὲν τοῖς πολλοῖς ἐστίν τι
καὶ ἀληθὲς μετὰ πολλῶν ὧν σφάλλονται, ἐν δὲ τούτω οὐδὲν ἀληθές.
ἀγνοίας.
φύσιν αὐτοῦ, ἐπείπερ ἐκ πλάνης καὶ ψεύσματος συνέστη.
μέντοι γε ὅτι ὥσπερ ὁ διάβολος έν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ, οὕτως καὶ οἱ ἐκ πατρὸς τοῦ διαβόλου ὄντες ἐν τῇ ἀληθείᾳ οὐχ ἑστήκασιν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτοῖς. πάντες δὲ τοιοῦτοι οἱ ἔτι ποιοῦντες ἁμαρτίας.
»ἐκ τοῦ διαβόλου γεγέννηται«.
εἰς αὐτὸ εἰρήκαμεν, ζητοῦντες τί τὸ ψεῦδος καὶ τὸν πατέρα αὐτοῦ·
»οὐρανοῦ ἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων αὐτοῦ.
»Ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς εἰς τὸ στόμα πάντων τῶν »προφητῶν σου τούτων.«
»ρῶν αὐτοῦ. καὶ εἶπεν κύριος· Τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα » Ἰσραήλ, καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ῥαμμὼθ Γαλαάδ; καὶ εἶπεν » οὑτος οὕτως. καὶ ἐξῆλθεν πνεῦμα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν· Ἐγὼ ἀπατήσω αὐτόν. καὶ εἶπεν κύριος· Ἐν τίνι; καὶ εἶπεν· »Ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν
προφητῶν αὐτοῦ«.
λαλεῖ, ἀλλὰ ἀπὸ τοῦ λόγου τῆς ἀληθείας καὶ τῆς σοφίας· ὅπερ δηλοῦται καὶ ἐν τῷ κατὰ Ἰωάννην, ἔνθα περὶ τοῦ παρακλήτου διδάσκει καὶ φησιν· »Ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«.
τὸ >ψεύστης< ὄνομα ὁμοίως τέτακται ἐπί τε τοῦ ψεῦδος διαβόλου καὶ ἐπὶ τοῦ ἀνθρώπου· ἐνθάδε μὲν γὰρ οὐ περὶ ἀνθρώπου λέγεται τὸ »Ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ‘, ἐν δὲ Ψαλμοῖς τὸ »Ἐγὼ δὲ εἶπον ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος 41 347R »ψεύστης«.
ματος καὶ τοῦ σημαινομένου ὑπὸ τοῦ ὀνόματος πράγματος· ἡμᾶς λέγω, ἐὰν ἔτι μένωμεν ἄνθρωποι, καὶ τὸν διάβολον, ὃς ψεύστης εἴρηται.
τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους, ἐπαγγελίαν λαμβάνοντας ὅτι ἐὰν 322H μένωσιν ἐν τῷ λόγῳ τοῦ Ἰησοῦ τότε ἀληθῶς αὐτοῦ εἰσι μαθηταὶ καὶ γνώσονται τὴν ἀλήθειαν ἐλευθεροῦσαν αὐτούς, ἐπαπορήσομεν πῶς τοῖς τοιούτοις φησίν· »Ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι«.
πιστεύειν, κατὰ δὲ ἑτέραν μὴ πιστεύειν· οἶον παραδείγματος ἕνεκεν, οἱ πιστεύοντες μὲν εἰς τὸν ἐπὶ Ποντίου Πιλάτου Ἰησοῦν ἐσταυρωμένον ἐν τῇ Ἰουδαίᾳ, μὴ πιστεύοντες δὲ εἰς τὸν γεγεννημένον ἐκ Μαρίας τῆς παρθένου, οὑτοι εἰς τὸν αὐτὸν πιστεύουσι καὶ οὐ πιστεύουσι.
ἀναγεγραμμένα τέρατα καὶ σημεῖα Ἰησοῦν, μὴ πιστεύοντες δὲ εἰς τὸν υἱὸν τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. εἰς τὸν <αὐτὸν πιστεύουσι καὶ οὐ 256r πιστεύουσι.
καὶ οὐ πιστεύουσιν.
πεπιστευκότας αὐτῷ Ἰουδαίους τὸ »Ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι«, πιστεύουσιν κατά τινα ἐπίνοιαν καὶ καθ’ ἑτέραν μὴ πιστεύουσιν ταῦτα ἔφασκεν.
καὶ μείζων τῆς ἕξεως αὐτῶν αὐτοῖς ἀναπτύσσηται λόγος, ἀλλ’ ὑποπτευόντων αὐτὸν εἶναι ψευδῆ. διόπερ προσέχωμεν μήποτε καὶ ἡμῖν εἴπῃ ὁ λόγος· »Ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι«.
ὡς μηδαμῶς ἀντιλέγειν δύνασθαί τινα τῶν ἀκουόντων, καὶ ταῦτα ἂν λέγοι δυσωπῶν τοὺς μὴ συγκατατιθεμένους· ὅτι εἰ μὴ ἐλέγχετε τὰ λεγόμενα ἡμαρτημένα, ἀπαιτοῖσθε ἂν εὐλόγως ἤδη τὴν συγκατάθεσιν.
ἡμαρτηκέναι τὸ » Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;« μόνου δὲ τοῦ κυρίου ἡμῶν, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, πεπειρασμένος »κατὰ πάντα » καθ᾿ ὁμοιότητα χωρὶς ἁμαρτίας«, ταῦτα πρὸς πάντας τοὺς πώποτε ἐγνωκότας αὐτὸν εἰπεῖν δυναμένου.
ἀνθρώπων γένος, ὡς εἰ οὕτως ἐσαφηνίζετο· τίς ἐκ τοῦ γένους ὑμῶν; ἤ τίς ὁποιοσδήποτε ἄνθρωπος ἐλέγξαι μὲ δυνήσεται περὶ ἁμαρτίας;
πάντας ἀνθρώπους, ἕστ᾿ ἄν εἰπεῖν ἡμᾶς περὶ τῶν ἑξῆς καὶ μετὰ 349R τὴν ἀρχὴν τῆς πίστεως χρόνων πρὸς ἕκαστον τῶν ἡμᾶς γινωσκόντων 256V τὸ Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; « καὶ μὴ δυνατὸν τοῦτο ἐξ οὑ τὸν λόγον συμπεπληρώκαμεν εἰπεῖν.
πρὸς τὸν διάβολον καὶ τὰς ὑπ᾿ αὐτὸν δυνάμεις, μηδὲν ἐχούσας εἰπεῖν εἰς ἔλεγχον τὸν περὶ ἁμαρτίας αὐτοῦ.
οὐ θεωροῦμεν δὲ τῷ μηδέπω κεκαθάρθαι ἡμῶν τὰς τῇ φύσει διορατικὰς τῆς ἀληθείας ὄφεις· καὶ ἐπεὶ τοιοῦτοί ἐσμεν, οὔκ ἐσμεν ἐκ τοῦ θεοῦ· εἰ οὐδέπω ἐσμὲν ἐκ τοῦ θεοῦ. ἀλλὰ καὶ αἱ τῆς ἀληθείας ὄφεις θεωρητικαὶ οὐκ εἰσὶν κεκαθαρμέναι , τῷ ἐπικεκαλύφθαι ἤ πεπαχύνθαι ἢ τεθολῶσθαι αὐτὰς ὑπὸ τῆς κακίας.
τὸ κυρίως πιστεύειν καθ᾿ ὅ »Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ὁ χριστός ἐστιν, ἐκ τοῦ θεοῦ γεγέννηται«, καὶ αἰσθανόμενοι ὅσῳ τοῦ οὕτως 324Η πιστεύειν ἀπολειπόμεθα, ταῦτα ἀποκρινώμεθα, παρακαλοῦντες τὸν τῶν τῆς ψυχῆς ὄψεων ἰατρὸν τῇ ἑαυτοῦ σοφίᾳ καὶ φιλανθρωπίᾳ πάντα ποιῆσαι τὰ ὑπὲρ τοῦ ἀποκαλυφθῆναι τοὺς ὀφθαλμοὺς ἡμῶν,
ἔτι κεκαλυμμένους ὑπὸ τῆς διὰ τὴν κακίαν ἀτιμίας ἡμῶν, κατὰ τὸ εἰρημένον που· »Ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν‘· ἐπακούσεται γὰρ ἡμῶν ὁμολογούντων τὰ αἴτια τοῦ μηδέπω ἡμᾶς πιστεύειν, καὶ ὡς κακῶς ἔχουσιν καὶ χρῄζουσιν ἐατροῦ βοηθῶν συνεργήσει πρὸς τὸ χωρῆσαι ἡμᾶς τὸ εἰς τὸ πιστεύειν χάρισμα, τρίτον παρὰ τῷ Παύλῳ
ἐν τῷ καταλόγῳ τῶν χαρισμάτων τεταγμένον μετὰ τὸν τῆς σοφίας λόγον καὶ τὸν τῆς συνέσεως λόγον, οἷς ἐπιφέρει· »Ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι«· περὶ οὗ χαρίσματος καὶ ἐν ἄλλοις φησίν· »Ὅτι »ἀπὰ θεοῦ ὐμῖν ἐχαρίσθη οὐ μόνον τὸ εἰς Χριστὸν πιστεύειν ἀλλὰ ·καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν«.
μυθοποιίαν καὶ λέγοντες εἶναι φύσει καὶ ἐκ πρώτης κατασκευῆς υἱοὺς θεοῦ, μόνον διὰ τὸ πρὸς θεὸν συγγενὲς δεκτικοὺς τῶν τοῦ θεοῦ ῥημάτων, καὶ ἐντεῦθεν ἀποδεικνύναι τὸ προκείμενον αὐτοῖς.
τοῦ ῥητοῦ ἀπαντᾶν, μηδὲ βλέποντας αὐτοῦ τὴν λύσιν οὕτως ἔχουσαν· εἴπερ ὅσοι ἔλαβον »τὸ φῶς τὸ ἀληθινόν, ὅ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον«, οὐ τῷ εἶναι καὶ] ἐκ τοῦ θεοῦ εἰλήφασιν αὐτό (εἰ γὰρ τῷ εἶναι ἐκ τοῦ θεοῦ εἰλήφεισαν αὐτό, οὐκ ἂν περὶ ἀναγέγραπτο· »Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα
θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ«), δῆλον ὅτι οἱ μὴ ὄντες ἐκ τοῦ θεοῦ, πρὶν μὲν λαβεῖν τὸ φῶς τὸ ἀληθινόν, οὐδὲ ἐξουσίαν πως ἔχουσιν τοῦ τέκνα θεοῦ γενέσθαι· ἐπὰν δὲ λάβωσιν αὐτό, τέκνα μὲν οὐδέπω γίνονται θεοῦ, ἀλλ’ ἐξουσίαν λαμβάνουσιν διὰ τοῦ εἰληφέναι τὸ φῶς γενέσθαι τέκνα θεοῦ. τότε γενόμενοι ἐκ τοῦ Μοῦ 325Η καὶ τὰ ῥήματα ἀκούουσιν αὐτοῦ, οὐκέτι ἁπλούστερον πιστεύοντες μόνον ἀλλ᾿ ἤδη καὶ διορτικώτερον κατανοοῦντες τὰ τῆς θεοσεβείας πράγματα.
τῇ πρὸ τῶν τέκνων τοῦ θεοῦ καταστάσει τῶν πεπιστευκότων μόνον, δοῦλοι θεοῦ τῷ εἰληφέναι τὸ τῆς δουλείας εἰς φόβον πνεῦμα καὶ μὴ ἐσπουδακέναι προβῆναι καὶ προκόψαι ὥστε καὶ τὸ τῆς υἱοθεσίας χωρῆσαι, ἐν ᾧ κράζουσιν οἱ ἔχοντες αὐτό· »Ἀββᾶ, ὁ πατήρ‘.
μὲν καὶ ἐκ τοῦ »Ἤμεθα τέκνα φύσει ὀργῆς« ὑπὸ] Παύλου καὶ περὶ 315R ἑαυτοῦ τοῦτο εἰρηκότος· σαφὲς δὲ καὶ ἐκ τοῦ »Ἐγὼ δὲ λέγω ὑμῖν· Ἀγαπή- »σατε τοὺς ἐχθροὺς ὑμῶν. καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων 45 46 »ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς«.
ταί τις υἱὸς τοῦ ἐν οὐρανοῖς πατρὸς ἢ ἐκ τοῦ ἀγαπᾶν τοὺς ἐχθροὺς ἑαυτοῦ 257v καὶ προσεύχεσθαι ὑπὲρ τῶν διωκόντων αὐτόν, δῆλον ὅτι οὐδεὶς τῷ φύσει εἶναι ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει. ἀλλὰ τῷ λαβεῖν ἐξουσίαν τέκνον θεοῦ γενέσθαι καὶ κεχρῆσθαι εἰς δέον τῇ ἐξουσίᾳ, καὶ τῷ ἡγαπηκέναι τοὺς ἐχθροὺς καὶ προσεύχεσθαι ὑπὲρ
τῶν ἐπηρεαζόντων γενόμενος υἱὸς τοῦ ἐν οὐρανοῖς πατρός.
ἅμα δὲ ἐπιμελέστερον κατανοητέον πῶς δεῖ δέχεσθαι τὸ Τὰ ῥήματα τοῦ θεοῦ ἀκούει«, ᾡ ὅμοιόν έστιν καὶ τὸ »Τὰ ἐμὰ πρόβατα τῆς »ἐμῆς φωνῆς ἀκούουσι«.
εἰ δὲ καὶ τὸ »Ἀκούει« ἐκλάβοιμεν ἐπὶ τοῦ τηρεῖν τὰς ἐντολάς, δῆλον ὅτι κἂν ἐν ἑνὶ ἀμαρτάνων οὐκ ἔσται υἰὸς θεοῦ· ὅπερ ἡμᾶς μὲν οὐ θλίψει τοὺς λέγοντας ἐκ μεταβολῆς γίνεσθαί τινα 326Η υἱὸν θεοῦ, ἐκείνους δέ, μὴ πάνυ δεῖξαι δυναμένους ἀναμαρτήτους ἑαυτοὺς καὶ τοὺς ἐν τοῖς αὐτοῖς μαθήμασι.
βάνοιμεν ἐπὶ τοῦ συνιέναι καὶ νοεῖν, δεικνύτωσάν τινα πάντων ἀκούοντα οὕτως τῶν τῆς καινῆς διαθήκης λόγων, ἵνα ἐκεῖνον εἴπωμεν υἱὸν θεοῦ. εἰ μὴ ἐπιδέχοιτο ἀνατροπὴν εἰς τὰ ἅγια γράμματα ἡ ἐκδοχὴ αὐτοῦ· ἡμεῖς γὰρ καὶ κατὰ ταῦτα μέγαν τινὰ καὶ θαυμαστὸν εἶναι φανταζόμενοι τὸν ἤδη υἱὸν θεοῦ, οὐκ ἐλεγχθησόμεθα
ἀναξίως τῶν ἐκ τοῦ θεοῦ ἐξειληφότες τὸ »Ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει«.
νης διπλότερον ὑμῶν«.
κτίσεως υἱὸν τοῦ θεοῦ παρὰ τοὺς λοιποὺς υἱοὺς τοῦ θεοῦ καὶ τοὺς μηκέτι πνεῦμα δουλείας ἔχοντας εἰς φόβον, ἀλλ’ εἰληφότας πνεῦμα υἱοθεσίας;
»αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία«· πᾶς μὲν οἱωντινωνοῦν ῥημάτων ἀκούων τοῦ θεοῦ ἤδη ἐστὶν ἐκ τοῦ θεοῦ· ὅσῳ δὲ πλειόνων ἀκούει ῥημάτων τοῦ θεοῦ, τοσαυταπλειόνως γενήσεται ἐκ τοῦ θεοῦ· ὡς, εἰ δεῖ οὕτως ὀνομάσαι, πάντων ἀκούσας τις τῶν ῥημάτων τοῦ Μοῦ, ἐάν γε τοῦτο φθάνῃ ἐπί τινα τῶν λαμβανόντων
τὸ τῆς υἱοθεσίας πνεῦμα, τελείως καὶ ἀνυπερβλήτως γίνεται υἱὸς θεοῦ, κοὶ πάντη καὶ ἐξ ὅλων καὶ ὅλος ἐκ τοῦ θεοῦ.
τάσεις πῶς λέγονται υἱοὶ πολλοὶ ἑνὸς πατρός, πότερον διὰ τοὺς προγόνους καὶ τοὺς ἐξ ἐκείνων, ἢ κατὰ ταύτην τὴν ὑπόνοιαν.
ῥημάτων τοῦ θεοῦ, πλείονα ἐκ τούτων ἀεὶ τρανοῦντες, ἕως πάντα 258v χωρήσωμεν τὰ ῥήματα τοῦ θεοῦ, ἢ ὅσα γε ἐνδέχεται χωρῆσαι καὶ νῦν καὶ μετὰ ταῦτα τοὺς ἀξιουμένους τοῦ τῆς υἱοθεσίας πνεύματος.
ἐκ τοῦ θεοῦ. διὰ τοῦτο γὰρ οὐκ ἀκούει ὁ μὴ ἀκούων ῥημάτων θεοῦ. ἐπείπερ ἐκ τοῦ θεοῦ οὐκ ἔστιν, καὶ ἐκ τοῦ θεοῦ οὐκ ἔστιν παρ ἑαυτόν· καίτοι γε ἔσθ’ ὅτε λαβὼν ἤδη ἐξουσίαν τέκνον θεοῦ γενέσθαι, καὶ δυνάμενος ἐκ τοῦ ἀγαπᾶν τοὺς ἐχθροὺς καὶ προσεύχομαι ὑπὲρ τῶν ἐπηρεαζόντων γενέσθαι υἱὸς τοῦ ἐν οὐρανοῖς πατρός. πατρός.
Σαμαρείταις· »Οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις«, ἐν πολλοῖς διαφωνοῦντες δόγμασιν παρ' ἐκείνους.
ἀλλὰ μήποτε ὡς λοιδοροῦντες αὐτὸν τοῦτο λέγουσιν καὶ οὐ πάντως τὰ αὐτὰ ἐκείνοις δογματίζοντα. εἰκὸς δὲ ὅτι τινὲς καὶ ᾤοντο αὐτὸν μὴ ἀπὸ διαθέσεως τὰ περὶ μέλλοντος αἰῶνος καὶ τὰ περὶ κρίσεως καὶ ἀναστάσεως διδάσκειν, διακείμενον μὲν Σαμαρειτιχ\κῶς, ὡς μηδενὸς μετὰ τὸν βίον ἀποκειμένου τοῖς ἀνθρώποις, προσποιήσεως δἐ ἕνεκεν κατὰ τὸ ἔνδοξον καὶ ἀρέσκον τοῖς Ἰουδαίοις τὰ περὶ ἀναστά- 51 52 σεως καὶ τῆς αἰωνίου ζωῆς προφερόμενον·
ᾠν πεπλήρωται τὰ εὐαγγέλια.
ἡμεῖς δὲ αὐτῷ πειθόμεθα φάσκοντι· »Ἐγὼ δαιμόνιον οὐκ ἔχω«· οὐδὲ γὰρ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖξαι ἢ ταῦτα τὰ ση- μεῖα ποιεῖν ἃ καὶ ἀναγέγραπται, ὡν καὶ ἴχνη καὶ λείμματα ἐν ταῖς ἐκκλησίαις ὀνόματι Ἰησοῦ μέχρι νῦν γίνεται.
»μαρείτης εἶ ου« καὶ 259r τὴν Δαιμόνιον ἔχεις« τῶν ἀποκριθέντων αὐτῷ Ἰουδαίων, οὐκ ἐκείνων τῶν πεπιστευκότων αὐτῷ, οὐχὶ πρὸς τὰς δύο ἀποκρίνεται ἀλλὰ πρὸς μόνην τὴν »Δαιμόνιον ἔχεις« εἰπών· »Ἐγὼ »δαιμόνιον οὐκ ἐχω«.
Λουκᾶν εὐαγγελίῳ παραβολῆς περὶ τοῦ ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ καταβαίνοντος καὶ ἐμπεσόντος εἰς τοὺς λῃστάς, ὅντινα ὁ μὲν ἱερεὺς ἀντιπαρῆλθεν καὶ ὁ Λευίτης, ὁ δὲ ὁδεύων Σαμαρείτης ἐλθὼν κατ αὐτὸν καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον.
διαλαμβάνων περὶ τῆς παραβολῆς δεῖξαι ἐπὶ μηδένα ἢ ἐπὶ τὸν σωτῆρα ἀναφέρεσθαι τὰ περὶ τοῦ Σαμαρείτου, ὃς τὸν ἡμιθανῆ καὶ ἐμπεσόντα εἰς τοὺς λῃστὰς ἰάσατο, παραστήσει καὶ διὰ τί οὐκ ἠρνή- σατο εἶναι Σαμαρείτης.
53 54 σημαίνοντος 003E; x003C; φήσει ὅτι εἰ καὶ κατ' ἄλλο ἔλεγον Σα- μαρείτην αὐτὸν οἱ Ἰουδαῖοι, αὐτὸς τὸ σημαινόμενον ἀπὸ τοῦ ὁνό- 355R ματος ἐκλαβὼν οὐκ ἠρνήσατο αὐτό, εἰδὼς ὅτι φύλαξ ἐστὶν τῶν ἀνθρωπίνων ψυχῶν καὶ περὶ οὑ εἴρηται τὸ »Ἰδοὺ οὐ νυστάζει
ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ«· καὶ τὸ Φυλάσσων τὰ νήπια »ὁ κύριος«.
διὰ τὰς πολλὰς ἁμαρτίας αἰχμαλωτευθέντος εἰς τοὺς Ἀσσυρίους.
»τῶν ὑδάτων« τοιοῦτόν ἐστιν, ὡς τὸν καρπὸν αὐτοῦ διδόναι »ἐν »καιρῷ αὐτοῦ« καὶ μηδὲ φύλλον αὐτοῦ ἀπορρεῖν ἀλλὰ πάντα ὅσα ἂν ποιῇ κατευοδοῦσθαι, τί νομιστέον περὶ τοῦ σωτῆρος ἡμῶν Ἱησοῦ ἢ ὅτι αὐτὸς ὢν τὸ ξύλον τῆς ζωῆς κατὰ τὸ εἶναι σοφία καὶ τὴν σοφίαν εἶναι »ξύλον ζωῆς πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς«, καὶ καρποφορεῖ
καὶ τὰ ἕτερα παρὰ τοὺς καρποὺς φύλλα τοιαῦτα ἔχει ὡς μηδὲ ἓν αὐτῶν ἀπορρεῖν;
ἁπλοῦν εἶναι νομισθέντα λόγον αὐτοῦ εὑρεθήσεται τοῖς ὀρθῶς ζητοῦ- σιν ἄξιόν τι τοῦ ἱεροῦ στόματος ἐκείνου.
»οὐκ ἔχω«, δἰ οὗ διδασκόμεθα πάντες οἱ τῷ εὐαγγελίῳ ἐντυγχάνοντες πρᾶγμα ὃ οὐχὶ ᾔδειμεν καὶ πρὶν ἐντυχεῖν τῷ εὐαγγελίῳ. τί δὲ τοῦτό ἐστιν ἤδη κατανοητέον.
καὶ ἄλλα μυρία δαιμονίων φαντασιούντων ἡμᾶς καὶ ἐνεργούντων κατὰ τὸ ἐκείνων θέλημα ποιεῖν· καὶ ἔστιν ἐν ἁνθρώποις ὥσπερ οὐδεὶς »καθαρὸς ἀπὸ ῥύπου«, καὶ οὐδεὶς »δίκαιος ἐπὶ τῆς γῆς ὃς »ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται«, οὕτω καὶ οὐδεὶς ἀεὶ ἀπὸ δαιμονίων καθαρεύσας καὶ μηδέποτε γενόμενος τῆς ἀπὸ τούτων
ἐνεργείας ἀνεπέδεκτος.
μόνου ἀπεκδυσαμένου τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ δειγματίσαντος ἐν παρρησίᾳ καὶ θριαμβεύσαντος ἐν ξύλῳ, τρόπαιον κατὰ πάσης ἀντικειμένης δυνάμεως τὸν σταυρὸν στήσαντος, ὥσπερ τὸ »Ἔρχεται »ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν«, οὕτως καὶ τὸ >ἐγὼ δαιμόνιον οὔτε ἔσχον οὔτε ἔχω οὔτε ἕξω<.
φωνὴν δυνάμεθα μὲν καὶ ἡμεῖς προενέγκασθαι καὶ λέγειν· » Δαιμόνιον »οὐκ ἔχω«, ἀλλ᾿ ἐλεγχθησόμεθα ὁμοίως τοῖς ἀρνγσαμένοις περὶ τοῦ δαιμονᾶν καὶ ἐν αὐτοῖς τοῖς πράγμασιν ἀποδειχθεῖσιν ὅτι ἐψεύσαντο.
καὶ ὡσπερεὶ χρεμετίζοντες 260r κἀν ταῖς ἰδίαις γαμεταῖς δίκην ἵππων θηλυμανῶν ἐπιβαίνωμεν, ἐκβάλλοντες τοὺς περὶ ἀπαθείας λόγους θεοῦ εἰς τὰ ὀπίσω;
τοῦ δίκαια εἶναι τὰ περὶ ἑνὸς ἑκάστου τῶν συμβαινόντων ἀνθρώποις κρίματα, τί φήσομεν ἢ ὅτι καὶ τοῦ δαιμονίου ἡμᾶς νικήσαντος καὶ τὸ ἡγεμονικὸν ἡμῶν θολώσαντος ταῦτα πάσχομεν;
εἴποιεν ἂν ὁμοίως τῷ Ἰησοῦ τὸ »Ἐγὼ δαιμόνιον οὐκ ἔχω«. πρὸς οὓς ἔστιν εἰπεῖν· ἀρα καὶ οὑτοί ποτε ἥμαρτον, ἢ ψεῦδος τὸ »Πάντες »γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ«, καὶ οὐκ ἀληθὲς τὸ »Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου« οὐδὲ τεθεωρημένως εἴρηται τὸ »Οὐκ ἔστιν δίκαιος ἐπὶ γῆς ὅς ποιήσει ἀγαθὸν καὶ οὐχ ὁμαρτήσεται« ;
ἀλλὰ σαφὲς ὅτι ἀληθεῖς αἱ πᾶσαι γραφαὶ καὶ οὐκ ἀεὶ οὐδὲ ἐξ ἀρχῆς ἐδύναντο λέγειν οὐδ’ οἱ μεταβάλλοντες ἐπὶ τὸν κατὰ ἀρετὴν βίον τὸ »Ἐγὼ δαιμόνιον οὐκ ἔχω«, ἀλλ’ ἡ μόνου τοῦ κατὰ τὸν σωτῆρα νοουμένου ἀνθρώπου ἀρχῆθεν ἦν φωνή, διὰ τοῦτο κυριώτατα καὶ ἀληθέστατα μόνου τὸν πατέρα τιμήσαντος· οὐδεὶς γὰρ τιμῶν τι τῶν
μὴ τιμωμένων ὑπὸ θεοῦ, τιμᾷ τὸν ἀτιμάζοντα τὰ ὑπ᾿ αὐτοῦ τιμώμενα.
ἀργύριον ἢ τὸν χοϊκὸν πλοῦτον ἢ τὸ ἐκ σαρκῶν καὶ αἱμάτων κάλλος ἢ ἁπαξαπλῶς τι τῶν οἰκείων τῇ ὕλῃ καὶ τῇ φθορᾷ;
»τιμὴν τὴν τιμήν«, καὶ μὴ ἑτέρῳ ἀπονέμουσιν αὐτήν.
Ματέρα μου«. τίς δὲ νεκροῖς συνὼν καὶ ἐν τάφοις οἰκῶν δυνηθείη 358R ἄν εἰπεῖν τὸ »Ἐγὼ δαιμόνιον οὐκ ἔχω«;
»ὑμεῖς ἀτιμάζετέ με« οὐχὶ καὶ ἐκείνοις μόνοις εἰρῆσθαι τότε ἀλλὰ καὶ τοῖς ἀεὶ ἀτιμάζουσι, δι’ ὧν πράττουσι παρὰ τὸν ὀρθὸν λόγον τὸν τοῦ θεοῦ, καὶ ἀτιμάζουσιν δι᾿ ὧν ἀδικοῦσιν τὸν χριστόν, ὃς ἐστιν δικαιοσύνη , καὶ ἀτιμάζουσιν δι’ ὧν κατὰ ἀδυναμίαν καὶ ἀσθένειαν ἐπιτελοῦσιν τὴν τοῦ θεοῦ δύναμιν , ἥτις ἐστὶν ὁ σωτήρ·
ὑπερέχουσαν θεοῦ πάντα νοῦν εἰρήνην, φρουροῦσαν τὴν καρδίαν καὶ τὰ νοήματα τοῦ ἀνειληφότος αὐτήν.
ἡ εἰρήνη ἡμῶν.
ὄντων ἐκ τῶν ἀποδεδομένων καὶ τῶν δυναμένων τούτοις ἀκολούθως 338Η αὐτοῖς συνάπτεσθαι;
δόξαν τοῦ χριστοῦ· ἥντινα εὑρήσει μὲν ἐν τοῖς ἐπιμελουμένοις ἑαυτῶν, καὶ ἐξεργαζομένοις τὰς ἐγκαταφυτευθείσας ἐπ᾿ ἀρετῇ ἀφορμάς· οὐχ εὑρήσει δὲ ἐν τοῖς μὴ τοιούτοις, καὶ μὴ εὑρίσκων κρινεῖ ἐκείνους ἐν οἷς οὐχ εὑρίσκει τὴν δόξαν τοῦ υἱοῦ ἑαυτοῦ, πρὸς οὓς ἐρεῖ· Διὰ ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν«.
ἐπαπορήσαι δ᾿ ἄν τις διὰ τὸ » Ἔστιν ὁ ζητῶν καὶ κρίνων«, εἰ χρὴ τοῦτο ἀναφέρειν ἐπὶ τὸν θεόν, σαφῶς τοῦ σωτῆρος εἰρηκότος· »Οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν »τῷ υἱῷ , ἵνα πάντες τιμῶσιν τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα«.
ποιεῖν ἀπ᾿ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἡ μὴ »δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ »πέμψαντός με«.
μήποτε κυριώτερον ἡ κρίσις ἣν κρίνει ὁ ἀκούων οὐκ ἔστιν τοῦ ἀκούοντος ἀλλὰ τοῦ λέγοντος ἀκούοντι.
ἡς φησιν· »Ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν« τοῦ πατρός ἐστιν κρίσις.
πάνυ ἔπρεπεν αὐτὸν τὴν ἑαυτοῦ δόξαν ἀπαιτεῖν καὶ ἐπὶ τούτῳ κρίνειν τοὺς μὴ ἀποδεδωκότας αὐτήν, ἀλλ’ ἐχρῆν τὸν πατέρα δοξαν 63 64 δεδωκότα τῷ υἱῷ ἀπαιτεῖν αὐτὴν ἀπὸ τῶν ἀποστερούντων καὶ κρίνειν αὐτοὺς ἐπὶ ταύτῃ.
ἐστίν.
τοῦ βασιλέως· Μωσῆς δέ ἐστιν οὑτος, καθ’ ἅ προείρηκεν αὐτοῖς λέγων·
παραδεδόσθαι αὐτῷ;
δημιουργῷ, οὐδ᾿ οὕτω ἀποδεῖξαι δύναται, σαφῶς γεγραμμένου τοῦ »Οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν »δέδωκεν τῷ υἱῷ‘· ·καὶ τοῦ » Ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν«.
τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.
καὶ αὐτὸς ὁ κύριος ἡμῶν περὶ ἑαυτοῦ· »Ἐγώ εἰμι ἡ ζωή‘, οὕτως τὸν μὲν ἐναντίον τῇ ἀδιαφόρῳ ζωῇ θάνατον ἀδιάφορον ἐρεῖς· τὸν δὲ ἐχθρὸν τῷ εἰπόντι· »Ἐγώ εἰμι ἡ ζωή« πονηρόν τινα καὶ χαλε- 65 66 πὸν θάνατον, ὃν ὁ ἀποθνήσκων ἐστὶν ἐν τῷ θανάτῳ· περὶ οὗ γέγραπται·
»θεν καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀν- »θρώπους ὁ θάνατος διῆλθεν, ἐφ’ ᾧ πάντες ἥμαρτον· ἄχρι γὰρ νόμου ἡ ἁμαρτία ἦν ἐν κόσμῳ ἁμαρτία γὰρ οὐκ ἐλλογεῖται μὴ » ὄντος νόμου), ἀλλ᾿ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως
»Ἀδάμ«· καὶ μετ’ ἀλίγα· »Εἰ γὰρ ἐν ἑνὸς παραπτώματι ὁ θάνατος »ἐβασίλευσεν διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς 361R »χάριτος καὶ τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσιν »διὰ τοῦ ἑνὸς Χριστοῦ Ἰησοῦ«.
τῆς δικαιοσύνης λαβόντες ἐν ζωῇ βασιλεύσωσι διὰ τοῦ ἑνὸς Χριστοῦ Ἰησοῦ.
τὸν αἰῶνα«, ὡς εἰ χαρισάμενος ὁ ταῦτα λέγων φῶς τοῖς ἀκούουσιν ἔφασκεν αὐτοῖς· ἐάν τις τὸ ἐμὸν τοῦτο τηρήσῃ φῶς, σκότος οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.
ἐν ἀρχῇ πρὸς τὸν θεὸν γέγονεν ἡ ζωή.
μαθόντες ἀπὸ τοῦ σωτῆρος ἡμῶν καὶ ἐροῦμεν ὅτι ὁ ἄνθρωπός ἐστιν »ὅς ζήσεται καὶ οὐκ ὄψεται θἀνατον«, ὃς τηρεῖ τὸν λόγον τοῦ εἰπόντος· »Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ , θάνατον οὐ μὴ θεωρήσῃ εἰς »τὸν αἰῶνα«.
κοινοῦ ληπτέον, ὥστ᾿ ἂν εἶναι τοιοῦτον τὸ ὅλον· ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ εἰς τὸν αἰῶνα, θάνατον οὐ μὴ θεωρήσῃ.
»τὸν αἰῶνα«.
ὧν σύμβολον ἦσαν οἱ ἐν τῷ εὐαγγελίῳ τυφλοί, τὰς ὄψεις ἀπολωλέκασιν, ἐπείπερ τὸν λόγον μὴ τηρήσαντες τὸν θάνατον ἐθεώρησαν.
ἐν εἴδει ἐστὶν καὶ τὸ ἐν λόγῳ ἁμάρτημα, οὐκ ἄλλοθεν ἢ ἀπὸ κριμάτων 69 70 μοχθηρῶν οἴονται γίνεσθαι· οἱ δὲ ταῖς ἁγίαις γραφαῖς ὡς θείαις πεπιστευκότες διαλαμβάνουσιν περὶ τῶν παρὰ τὸν ὀρθὸν λόγον ὑπ ἀνθρώπων πραττομένων, ὡς οὐ χωρὶς δαιμονίων Τι ὁποιωνδήποτε δυνάμεων ἀντικειμένων τῶν τοιούτων ἐπιτελουμένων.
δαῖοι τοίνυν δαιμονίου ἐνεργείᾳ ὑπελάμβανον εἰρηκέναι τὸν Ἰησοῦν τὸ »Ἀμὴν ἀμὴν λέγω ὑμῖν· Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνα- τον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα«.
ἀποδεδώκαμεν , δοκεῖ εἶναι σαφὲς τὸ τῆς ὑπολήψεως τῶν Ἰουδαίων, ἀποκριναμένων πρὸς τὸν τοῦ σωτῆρος λόγον περὶ τοῦ Ἀβραὰμ καὶ 337Η τῶν προφητῶν ὡς ἀποτεθνηκότων , οὐδὲν ἧττον οὐκ ἀπαρασήμαντον 263r τὴν ἐξέτασιν μετὰ συγκρίσεως τῆς πρὸς ἕτερα παρα πλήσια ἐατέον.
» Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ , θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν »αἰῶνα«, καὶ διὰ τοῦτο σαφές τι πρὸς τὸν λόγον αὐτοῦ ἀπεκρίναντο;
μὴ παραδεξάμενοι μηδὲ ὑπολαμβάνοντες αὐτὸν εἶναι τηλικοῦτον ὀποῖον ἐπηγγείλατο ὁ λέγων, φασίν·
»τὸ ζῶν;« καὶ πάλιν· »Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἴνα μὴ διψῶ »μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν«.
»Ὁ ἄρτος, ὃν ἐγὼ δώσω , ἠ σάρξ μου ἐστὶν ὑπὲρ τῆς τοῦ κόσμου 364R »ζωῆς«· ὅτε ἐμάχοντο πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· Πῶς δύ- »ναται ἡμῖν οὑτος δοῦναι τὴν σάρκα φαγεῖν;« ἀπεδείκνυμεν ὅτι οὐκ ὄν τοσοῦτον ἀνόητοι ἠσαν οἱ ἀκούοντες ὡς ὑπολαμβάνειν ὅτι προκαλεῖται ὁ λέγων τοὺς ἀκροατὸς εἰς τὸ προσελθεῖν καὶ ἐμφαγεῖν
τῶν σαρκῶν αὐτοῦ.
πάντας ἀνθρώπους ὁ θάνοτος διῆλθεν, ἐφ᾿ ᾦ πάντες ἥμαρτον«, ἔβλεπον δὲ καὶ ὅτι »ἐβασίλευσεν ὁ θάνατος ἐπὶ τοὺς ἁμαρτήσαντας ἐπὶ τώ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ«, καὶ ἦν αὐτοῖς ὁ λόγος περὶ τοῦ διὰ τὴν ἁμαρτίαν θανάτου εἰς πάντας ἀνθρώπους διεληλυθότος ἐπὶ τῷ πάντας ἡμαρτηκέναι.
τὰ ἑξῆς, ἅτε μὴ παραδεξάμενοι τοὺς Ἰησοῦ λόγους, οὐκ ᾔδεισαν, καὶ 338Η ὅτι »οὐχ ὡς τὸ παράπτωμα, οὕτως καὶ τὸ χάρισμα«.
τοῦ Ἀβραὰμ καὶ τῶν προφητῶν οὐ κατειλήφασιν, οὐδ᾿ ὅτι ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ θεὸς ἦν οὐ νεκρῶν αὐτῶν ἀλλὰ ζώντων· καὶ ὡς ὑπολαμβάνοντες [ τε] νεκροὺς εἶναι τοὺς προφήτας ᾠκοδόμουν αὐτῶν τοὺς τάφους, καὶ διὰ τοῦτο ταλανιζόμενοι.
ἀφ’ οὗ ἰδὼν τὴν Ἰησοῦ ἡμέραν ἠγαλλιάσατο καὶ ἐχάρη.
πότερόν ποτε ὁ ἰδῶν τὴν τοῦ σωτῆρος ἡμῶν ἡμέραν καὶ ἐπὶ τούτῳ ἀγαλλιασάμενος καὶ χαρεὶς ἔτι θεωρεῖ τὸν θάνατον , ἢ ἰδὼν τὴν ἡμέραν τοῦ σωτῆρος καὶ ἀγαλλιασάμενος καὶ χαρείς, ἀξιωθεὶς τοιαύτης ὄψεως ὡς ἄξιος αὐτῆς, ὕστερον ἐστέρηται οὑ ἐθεώρησεν.
ἅμα τῷ ἰδεῖν ἤκουσεν καὶ τὸν λόγον αὐτοῦ καὶ ἐτήρησεν καὶ οὐκέτι θάνατον θεωρεῖ· καὶ οὐχ ὑγιῶς ἔλεγον, ὡσπερεὶ ἔτι ἐν θανάτῳ τυγχάνοντος αὐτοῦ, οἱ Ἰουδαῖοι τὸ »Ἀβραὰμ ἀπέθανεν«.
Ἰακὼβ οὕτως καὶ τῶν λοιπῶν προφητῶν θεός, ζῶσιν καὶ οἱ προφῆται. καὶ γὰρ ἐτήρησαν τὸν λόγον τοῦ υἱοῦ τοῦ θεοῦ, ὅτε λόγος κυρίου ἐγένετο πρὸς Ὠσηέ , ἢ λόγος ἐγένετο πρὸς Ἱερεμίαν , ἢ λόγος 339Η ἐγένετο τὸ] πρὸς Ἡσαΐαν· οὐ γὰρ ἄλλος λόγος θεοῦ ἐγένετο πρός τινα τούτων, ἀλλ᾿ ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν υἱὸς αὐτοῦ θεὸς λόγος.
τοῦτον, εἰ καί τις ἄλλος, καὶ οἱ προφῆται τετηρήκασιν καὶ ἐξ οὑ εἰλήφασιν τὸν λόγον θάνατον οὐκέτι ἐθεώρησαν.
γινώσκει τὸ μὴ ὑπάρχον), οὔτε Ἀβραὰμ καὶ οἱ προφῆται ἐν θανάτῳ 75 76 ἔτι ἦσαν , ὅτε ἔλεγον οἱ Ἰουδαῖοι τὸ »Ἀβραὰμ ἀπέθανεν καὶ οἱ »προφηται«.
καταλλήλως τῷ »Θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα· εἰρηκέναι· »Καὶ σὺ λέγεις· Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα«· οἱ δὲ οὐ τοῦτο, ἀλλὰ τὸ μὴ εἰρημένον ὑπὸ τοῦ σωτῆρός φασιν· οὐ γὰρ εἶπεν· ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θανάτου οὐ μὴ γεύσηται εἰς τὸν , ὅπερ οὗτοι
προφέρονται ὡς ὑπὸ τοῦ κυρίου ἡμῶν εἰρημένον.
Ματθαίου· »Ἀμήν, ἀμὴν λέγω ὑμῖν , εἰσίν τινες τῶν ὡδε ἑστώτων »οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀν- »θρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ ἑαυτοῦ«· τοῦ δὲ Μάρκου·
»θυῖαν έν δυνάμει«· τοῦ δὲ Λουκᾶ·
ὁρατικὴ τῆς ψυχῆς δύναμις καὶ θεωρητική , ἄλλη δὲ ἡ γευστικὴ καὶ ἀντιληπτικὴ τῆς ποιότητος τῶν νοητῶν τροφῶν.
»τοῦ κάλλους αὐτῆς( καὶ προστάσσει ἡμῖν τὸ » Ἐράσθητι αὐτῆς, καὶ 340Η »τηρήσει σε«, διὰ τοῦτο ἐν Ψαλμοῖς εἴρηται τὸ »Γεύσασθε καὶ ἴδετε »ὅτι χρηστὸς ὁ κύριος«.
τοῖς ῥήμασιν τῆς αἰωνίου ςωῆς.
»ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ« ἢ »Ἐν τῇ δόξῃ αὐτοῦ« ἢ »Ἕως ἄν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν έν δυνάμει«.
»εἰσίν τινες τῶν ὡδε ἑστώτων«. ἑστὼς μὲν οὖν τις οὐ γεύεται θα- 367R νάτου, τηρῶν τὸ ἑστηκέναι· τὸν δὲ λόγον παραλαβὼν καὶ τηρῶν θάνατον οὐ θεωρήσει.
συγχέοντες τὸν τοῦ κυρίου λόγον, ἀντὶ τοῦ »Θάνατον οὐ θεωρήσει« εἰρήκασιν· »Οὐ μὴ γεύσηται θανάτου« ἐπὶ τὴν ὑποδεεστέραν αἴσθησιν καταπεσόντες τῷ λόγῳ. ζητήσεις δὲ εἰ ὥσπερ ἔστιν θεωρεῖν θάνατον καὶ γεύεσθαι θανάτου, οὕτως καὶ κατὰ τὰ λοιπὰ αἰσθητήρια ἤτοι ἀκούειν θανάτου ἢ ὀσφραίνεσθαι θανάτου ἢ ἅπτεσθαι θανάτου·
εἰ γὰρ αἱ χεῖρες τῶν ἀποστόλων ἐψηλάφσαν περὶ τοῦ λόγου τῆς ζωῆς, μή τι αἱ χεῖρες τῶν ψευδαποστόλων καὶ ἐργατῶν δολίων. μετασχηματιζομένων εἰς ἀγγέλους δικαιοσύνης, ψηλαφῶσιν περὶ τοῦ λόγου τοῦ θανάτου· καὶ εἰ τὰ πρόβατα Χριστοῦ ἀκούει τῆς φωνῆς αὐτοῦ, μήποτε τὰ μὴ αὐτοῦ πρόβατα, πρὸς οὓς λέγοι ὂν· »Ὑμεῖς οὐκ
»ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν«, ἀκούει τῆς φωνῆς τοῦ θανάτου.
»τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μὲν ὀσμὴ ἐκ θανάτου »εἰς θάνατον, οἶς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν«. εὐωδία μὲν γὰρ Χριστοῦ εἰσιν καὶ οὐδαμῶς δυσωδία ἐν παντὶ τόπῳ οἱ ἐν Χριστῷ ἄνθρωποι.
εὐωδία γένοιτο ἄν τισιν τοῖς ἐκ θανάτου εἰς θάνατον αὐτῶν, τοῖς δὲ ἐκ ζωῆς ἀποβαίνει εἰς ζωήν.
Χριστὸν εἶναι τὸν τηλικαῦτα διδάσκοντα, ἐπαποροῦσιν λέγοντες·
ὁ ζωοποιήσας αὐτούς, οὐχ ἑαυτὸν ποιήσας τοιοῦτον ἀλλ᾿ ἀπὸ τοῦ πατρὸς λαβών.
μὴ τεθεωρηκότων ἦν φωνὴ ὅτι οὐχ ἑαυτὸν ὁ Ἰησοῦς πεποίηκεν ὅπερ ἐστίν.
Commentarii In Evangelium Joannis. Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.