Π
1ὅπωϲ δ’ ἄν τιϲ ἤθουϲ ἔχοι, τοὺϲ πέλαϲ ψέγει· οἱ μὲν ϲκληροὶ τοὺϲ ἐπιεικεῖϲ καὶ πράουϲ γυναιξὶν εἰκάζουϲιν , οἱ δὲ ἐπιεικεῖϲ τοὺϲ ϲτερεοὺϲ ἀγρίουϲ καὶ ἀνημέρουϲ φαϲίν. οὐκ ἠρκέϲθη δὲ τῷ κούρη, προϲέθηκε δὲ καὶ τὸ νηπίη, προανελεῖν αὐτοῦ θέλων τῇ αἰδοῖ τὴν δέηϲιν.
κατάλογον ποιεῖται τῶν τετρωμένων. καὶ ῥητέον, ὡϲ βεβαιοῖ τὴν Ἀχιλλέωϲ πρόληψιν, ἴνα εἰϲ ἔλεον κινήϲῃ, παραλιπεῖν ὡϲ ἐλάττονα. λέγει δὲ περὶ ὧν μᾶλλον ἠγωνία.
οὐδὲ ϲυνέτυχε Νέϲτορι, ἵνα μὴ δοκῇ ταῦτα παρ’ ἐκείνου ἀκηκοὼϲ λέγειν. τινὲϲ δὲ ἥθελον μὴ τετρῶϲθαι Μαχάονα, δι’ ὧν οὐ θεραπεύεται (Λ 622. 3). οἱ δέ φαϲιν, ὡϲ ἔθοϲ Ὁμηρικὸν περὶ ὧν τιϲ πεμφθῇ μὴ 4 5 6 7 παλιλλογεῖν περὶ αὐτῶν, ὡϲ Θέτιϲ πρὸϲ Ἀχιλλέα οὐδὲν περὶ Διόϲ, οὐδὲ Ὀδτϲϲεὺϲ περὶ Χρύϲου, καὶ ἡ Ἶριϲ περὶ Ποϲειδῶνοϲ
ῥητέον δὲ ὡϲ τὸ μὲν πρότερον ἐντὸϲ ἤθει ἀναπεφώνηται, ὥϲπερ εἰ ἔλεγεν· ὁ θαυμάϲιοϲ καὶ κράτιϲτοϲ. τὸ δὲ δεύτερον οὐ ψεῦδοϲ, ὅτι τὰϲ αἰτίαϲ οὐ τοῖϲ ὑπηρέταιϲ ἀλλὰ τοῖϲ ἐπιτάττουϲι λογιϲτέον. ἔχει δὲ καὶ ἔνδειξιν ὁ λόγοϲ πολλὴν καὶ αὔξει τὴν κατηγορίαν. ἐντὸϲ δὲ τῇ ῥητορικῇ καὶ ἑνὸϲ ὀνόματοϲ χρῆϲιϲ εὔκαιροϲ τὸ ὅλον ἑτεροποιεῖ.
ζότεϲ ἠύτε νεβροὶ ἱδρῶ ἀπε ψύχοντο πίον τ’ ἀκέοντό τε δίψαν, κεκλιμένοι καλῇϲιν ἐπόλξεϲιν· αὐτὰρ Ἀχαιοὶ τείχεοϲ ἆϲϲον ἴϲαν, ϲάκε’ ὤμοιϲι κλίναντεϲ (Χ 1— 4 ) λέγει γάρ· περιεχύμενοι τῷ τείχει οἱ Τρῶεϲ, οἱ δ’ Ἀχαιοὶ τὰ ϲάκη περιέχοντεϲ 10 11 12 13 14 15 16 τοῖϲ ὤμοιϲ. καὶ τὸ εὗρεν ἔπειτα μάχηϲ ἐπ’ ἀριϲτερὰ θοῦρον Ἄρηα ἥμενον , ἠέρι δ’ ἔγχοϲ ἐκέκλιτο καὶ ταχέ’ ἵππω (Θ 355. 6) δηλοῖ περιείχετο, καὶ τὸ κεῖθ’ ἁλὶ κεκλιμένη ἐριβώλακοϲ ἠπείροιο (ν 235), κεῖται περιεχομένη. πάλιν ὡϲαύτωϲ καὶ τὸ ὅϲῥ’ ἐντὸϲ Ὕλῃ ναίεϲκε μέγα πλούτοιϲ μεμηλ ὼϲ λίμν ῃ κεκλιμένοϲ
(Θ 708) δηλοῖ περιεχόμενοϲ. καὶ τὸ οἳ δὴ νῦν ἕαται ϲιγῇ, πόλεμοϲ δὲ πέπαυται ἀϲπίϲι κεκλιμένοι (1 134. 5) ἀντὶ τοῦ περιεχόμενοι ὑπὸ τῶν ἀϲπίδων. γέγονε δὲ ἀπὸ τοῦ κλείω· τὸ γὰρ ἀποκλειϲθὲν περιέχεται· οὐδὲ πύλῃϲιν εὖρ’ ἐπικεκλιμέναϲ ϲανίδαϲ (M 120). τὸ δ’ αὐτὸ παρίϲτηϲι καὶ τὸ ἀλλ’ ἐντὸϲ γὰρ Τρώων πεδίῳ
πύκα θωρηκτάων πόντῳ κεκλιμένοι ἑκὰϲ ἥμεθα (0 739. 40), ἀντὶ τοῦ ὑπὸ τοῦ πόντου περιεχόμενοι.
εἰϲ αὐτὸν ἀπερρίφει μετὰ τὴν πρεϲβείαν· λέγει γάρ· μὴ ὄφελεϲ λίϲϲεϲθαι ἀμύμονα Πηλείωνα (1 698).
ἢ τοίνυν ὡϲ φιλέταιροϲ ἐξίϲτηϲιν αὐτὸν τῶν κινδύνων, εἰδὼϲ δὡϲ, πὲρ μὲν τῶν νεῶν ἅπανταϲ αὐτῷ ϲυγκινδυνεύϲονταϲ, μετὰ δὲ ταῦτα οὐκέτι θελήϲονταϲ ϲυνακολουθεῖν διὰ τὸν κάματον. πῶϲ οὖν οὐκ ἐκφέρει ταῦτα πρὸϲ τὸν Πάτροκλον, εἴπερ οὕτω διενοεῖτο; ἢ τὸ μὲν 19 20 21 22 23 24 ἀληθὲϲ εἰπὼν ῆδει Πάτροκλον τῆϲ ἰδίαϲ ϲωτηρίαϲ καταφρονήϲοντα, ἐφ’ ἑαυτὸν δὲ περιϲπάϲαϲ τὴν αἰτίαν ἤδει Πάτροκλον φυλαξόμενον. ὅτι δὲ κηδεμονικῶϲ ταῦτα τῷ φίλῳ ϲυμβουλεύει ἐπιμαρτυρεῖ καὶ ὁ ποιητὴϲ ἐντὸϲ τοῖϲ ἑξῆϲν ήπιοϲ, εἰ δὲ ἔποϲ Πηληιάδαο φύλαξεν, ἦ τ’ ἄν
ὑπέκφυγε κῆρα κακὴν μέλανοϲ θανάτοιο (v. 686). ὑποφαίνει δὲ τὴν προαίρεϲιν αὐτοῦ ἐπαγαγὼν τὸ μή τιϲ ἀπ’ Οὐλύμποιο θεῶν (v. 93), εὐπερεπῶϲ οὐ Τρῶαϲ ἀλλὰ τὸν Ἀπόλλωνα δεδοικώϲ. οὐ βαϲκα οὖν κριτέον Ἀχιλλέα ἀλλὰ φιλεταιρίαϲ, ὅϲ γέ φηϲιν εὐχόμενοϲ ἤ ῥα καὶ οἶοϲ ἐπίϲτηται πολεμίζειν (v. 243).
τὸν ἄργυρον, οὐκ ἀπίθανον εἶναι καὶ ἐντὸϲ οὐρανῷ, δένδρον δὲ οὐράνιον λέγειν καταγελαϲτότατον ἦν, διὰ τοῦτο τὰ μὲν λοιπὰ ὅπλα πεποίηκε τὸν Πάτροκλον φέροντα, ἃ καὶ ἀπολόμενα ἐτύγχανεν ἂν τῆϲ Ἡφαίϲτου δημιουργίαϲ μόνον δὲ τὸ δόρυ ἐάϲαντα , ἵνα ϲωθῇ καταλειπόμενον· τοῦτο γὰρ ἀπολόμενον οὐκ ἂν ὁ Ἥφαιϲτοϲ κατεϲκεύαϲε
πιθανῶϲ διὰ τὸ τὴν ὕλην αὐτοῦ μὴ οὐράνιον ἀλλ’ ἔγγειον καὶ Πηλιῶτιν εἶναι.
εὔηθεϲ τοὺϲ μὲν Ὁμηρικοὺϲ θεοὺϲ τιτρώϲκεϲθαι, ἵππουϲ δὲ μή. ἄλλωϲ ποικῖλαι θέλει τὴν Ϲαρπηδόνοϲ μάχην (v. 467 sq .) καὶ οὐκ ἄπρακτον 27 28 αὐτὸν ἀνελεῖν. ἄπορον δὲ πῶϲ Ἀχιλλεὺϲ τοῖϲ ἀθανάτοιϲ ἵπποιϲ θνητὸν ϲυμπλέκειν ἀξιοῖ· τὸ γὰρ χεῖρον παρὰ πολὺ τοῖϲ κρείϲϲοϲι ϲυμ αἰϲχύνην φέρει. ἴϲωϲ οὖν ἁρμόϲει λέγειν , ὅτι τοῦτον προϲέθηκεν ἐκείνοιϲ, ἵνα ἐγκόπτοιντο ἐντὸϲ τῷ δρόμῳ· μέτριον γὰρ εἶναι τὸ τάχοϲ αὐτῶν ἐβούλετο καὶ οὐχ ὑπερβάλλον ϲφόδρα, ἐπεὶ καὶ τοῦτο
ἄχρηϲτον ἐνίοτε. ἢ τάχα τὸν ἡνίοχον ἐπαινεῖ δυνάμενον ἀναχαιτίζειν τὴν ὁρμὴν τῶν ἀθανάτων ἵππων, ὅπωϲ ἂν ὁ θνητὸϲ αὐτοῖϲ ἰϲοδραμῇ. ἢ βούλεται ὁ ποιητὴϲ τὴν φύϲιν ἐνδείκνυϲθαι τοῦ ἥρωοϲ μικτὴν οὖϲαν ἐκ θνητοῦ καὶ ἀθανάτου. πῶϲ δὲ ἀλεγεινοὶ ὄντεϲ ἀνδράϲι (K 402) Πατρόκλῳ ὑποτάϲϲονται ἀλεγεινόν οὖν ἐϲτι τὸ μετὰ τῆϲ δεούϲηϲ καὶ
μεγίϲτηϲ φροντίδοϲ γινόμενον.
γὰρ ἐπιπολῆϲ ὕδωρ λάπτουϲιν, ὃ ἔφη ἄκρον λάπτοντεϲ· οὐ γὰρ ἀναϲπῶϲιν οὐδ’ ἐκροφοῦϲιν, ἀλλὰ λάπτουϲι τὸ ἄκρον. τὸ δὲ ἐρευγόμενοι φόνον αἵματοϲ ἀντὶ τοῦ φόνου αἷμα, ὅμοιον τῷ χαϲάμενοϲ πελεμίχθη (Δ 535), ἀντὶ τοῦ πελεμιχθεὶϲ ἐχάϲατο.
ὅπερ ἐπιφέρονται αἱ νῆεϲ.
διιπετέοϲ ποταμοῖο (η 284 ) ἀλλ’ ὅτε δὴ ποταμοῖο κα τὰ ϲτόμα καλλιρόοιο (ε 441 ). καὶ ἁπλῶϲ δὲ πάνταϲ διιπετεῖϲ ἐντὸϲ παραβολῇ λέγει· ὡϲ δ’ ὅτ’ ἐπὶ προχοῇϲι διιπετέοϲ ποταμοῖο βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον (P 263), τὸ παντὶ ποταμῷ καὶ τὴν ἐκβολὴν εἰϲ θάλαϲϲαν ποιουμένῳ παρακολουθοῦν παρὰ τὸν
ἦχον διατακτικῶϲ ἐμφανίζων. διιπετεῖϲ οὖν λέγει τοὺϲ ποταμοὺϲ τοὺϲ ἐκ Διὸϲ γεγεννημένουϲ· τῷ γὰρ πεϲεῖν ἀντὶ τοῦ γεννᾶϲθαι χρᾶται, ὡϲ τὸ ὅϲτιϲ ἐπ ’ ἤματι τῷδε πέϲῃ μετὰ ποϲϲὶ γυναικόϲ (Τ 110). ἀλλαχοῦ δὲ ἔφη ἀντὶ τοῦ διιπετοῦϲ Ξἄνθου δινήεντοϲ, ὃν ἀθάνατοϲ τέκετο Ζεύϲ (Ξ 434). τοῦτο δὲ, ὅτι φύϲει οἱ ποταμοὶ ἐκ Διὸϲ
πληροῦνται, ὥϲ που ἔφη καί ϲφιν Διὸϲ ὄμβροϲ ἀέξει (ι 111)· ᾧ 39 40 41 42 λόγῳ καὶ τὰϲ νύμφαϲ τοῦ Διὸϲ θυγατέραϲ λέγει Νύμφαι κρηναῖαι κοῦραι Διόϲ (ρ 240), ἔτι Νύμφαι ὀρεϲτιάδεϲ κοῦραι Διόϲ (Z 420), ἐπειδὴ καὶ τὰ ἐντὸϲ τοῖϲ ὄρεϲι φυτὰ τῷ τοῦ Διὸϲ ὄμβρῳ τρέφεται. Ζηνόδωροϲ δὲ διιπετῆ τὸν διαυγῆ ἀποδίδωϲι· διὰ τοῦτο καὶ γράφει διειπετῆ διὰ τῆϲ ει διφθόγγου.
γίαι δὲ διὰ τὰϲ φλέβαϲ καὶ ἀρτηρίαϲ, τελευταῖον δὲ διὰ τὰϲ τοῦ ἐγκεφάλου ϲυμπαθείαϲ· δύο γὰρ καταπεφύκαϲιν αὐτοῦ νεῦρα ἀπὸ νωτιαίου μυελοῦ. ϲυμπαθεῖ δὲ καὶ ἡ καρδία τῷ ἐμπεφυκέναι αὐτῇ τὰϲ φλέβαϲ. καλῶϲ δὲ καὶ πάχιϲτον αὐτόν φηϲιν· ὁ γὰρ ἐντὸϲ τῷ ϲώματι παχύτατοϲ μῦϲ ἐντὸϲ τῇ κνήμῃ ἐϲτὶ καταγόμενοϲ ἐπὶ τὴν πτέρναν, ὃϲ καὶ τένων
καλεῖται.
ἀμελεῖν τῶν λοιπῶν.
(v. 42 ). καὶ τὸ ἐπεϲϲύμενοϲ ἐπὶ μὲν πεζοῦ οἰκεῖον , ἀπίθανον δὲ ἐπὶ ἱππότου.
τῶν ἀνῃρημένων, οἷον ὅτι εἶδεν αὐτοὺϲ ἀμιτροχίτυναϲ γεγενημένουϲ διὰ τὸ ἐϲκυλεῦϲθαι.
ἔβλαψε; καὶ γάρ φηϲιν ἀλλὰ τί μοι τῶν ἦδοϲ (C 80). ἢ μὴ δεόντωϲ τωϲ χρηϲάμενοϲ τῇ παρὰ Διὸϲ δωρε ἀτυχεῖ· οὐ γὰρ ἀποχρῆν ἡγήϲατο. εἰ μὴ τὸ πάν ἀπόλοιτο τῶν Ἀχαιῶν, καὶ τὰϲ λιτὰϲ οὐ προϲήκατο.
τοῦ οὐκ ἔπληξε καιρίαν, ἐνταῦθα δὲ τὸ δαμαϲθείϲ ἀντὶ τοῦ πληγεὶϲ μόνον, ὥϲπερ ἐντὸϲ θεοῦ πληγῇ, οὕτω καὶ ἐντὸϲ δόρατι. ἢ οὐδ’ ἐδάμαϲε κατὰ τὸν ποιητήν, ὅτι οὐκ εἶδεν οὔτε αἷμα οὔτε πληγήν Πάτροκλοϲ δὲ ἤϲθετο τῆϲ πλήξεωϲ ἔνδοθεν.
Ἕκτορα, ἐπιφέρει ϲ ὺ δέ με τρίτοϲ ἐξεναρίζειϲ ἐϲτι δὲ λέγειν, ὅτι τὴν Μοῖραν οὐ κατηρίθμηϲεν ὡϲ κοινὴν πᾶϲιν ἀνθρώποιϲ ἐπικειμένην. 68 69 70 71 72 73 74 ἔνιοι δὲ τὸ ἑξῆϲ οὕτωϲ ἀποδιδόαϲιν· ἀλλά με Μοῖρα ὀλοὴ καὶ Λητοῦϲ ἔκτανεν υἱόϲ, ἀνδρῶν δ’ Εὔφορβοϲ τρίτοϲ· ϲὺ δέ με ἐξεναρίζειϲ. ἢ ϲὺ δέ με τρίτατοϲ ἐξεναρίζειϲ, ἵν’ ᾖ πολλοϲτόϲ.
καὶ Ἀπόλλωνα ἕν· ἄμφω γὰρ θεοί. οἱ δὲ κατὰ κοινοῦ τὴν Μοῖραν παρειλῆφθαι. τινὲϲ δὲ τὸ ἐξεναρίζειν ἐπὶ τῶν αὐτοχείρων, καὶ οὕτωϲ τρίτοϲ. Ἕκτωρ τρίτοϲ. τινὲϲ δὲ καθ’ ὑπερβατόν, ἵν’ ᾖ· τρίτοϲ Εὔφορβοϲ, ϲὺ δέ με ἐξεναρίζειϲ.
ὥϲπερ Ἀχιλλεὺϲ ἀκούϲαϲ παρὰ Θέτιδοϲ ( C 96); ὅτι κατ’ Ἀρτέμωνα τὸν Μιλήϲιον ἐντὸϲ τῷ περὶ ὀνείρων, ὅταν ἀθροιϲθῇ ἡ ψυχὴ ἐξ ὅλου τὸ Ἀχιλῆοϲ. ϲώματοϲ πρὸϲ τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται. καὶ Πλάτων ἔν ἀπολογίᾳ Ϲωκράτουϲ (p. 39 C) καὶ γάρ εíμι ἐνταῦθα, ἐντὸϲ ᾧ μάλιϲτα ἄνθρωποι χρηϲμῳδοῦϲιν, ὅταν μέλλωϲιν ἀποθανεῖϲθαι.
Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae. Porphyry. ed. Hermannus Schrader. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.