Ο
12
αἰθέροϲ, 5 δεῖ νοεῖν ἡμᾶϲ τὴν Ἥραν ὑπάρχειν· τοῦ δ’ ἀέροϲ ἐκκρέμαται ὕδωρ τε καὶ γῆ, οὓϲ δὴ νῦν ἄκμοναϲ λέγει παρὰ τὸ ἀκοπίατα εἶναι τὰ ϲτοιχεῖα. καλῶϲ οὖν οὐ δύνανται οἱ θεοὶ τὸν δεϲμὸν λῦϲαι· ἰϲχὺϲ γὰρ τῶν ὅλων τὸ ϲυνδεδέϲθαι
ἀρεϲτοὶ Ἥρᾳ, καὶ ὅτι οὐκ ἐμπίπτουϲι ταῖϲ ναυϲὶν Ἀχιλλέωϲ, καὶ εἰ ἔκρινεν ἀπολέϲθαι Ϲαρπηδόνα, τί ἐκεῖ (Π 433) οἰκτίζεται; καὶ ἡ παλίωξιϲ οὐκ ὀρθῶϲ· ἀφ’ οὐ γὰρ Ἀχιλλεὺϲ ἐξῆλθεν, οὐκ ἐτράπηϲαν Ἀχαιοί καὶ τὸ Ἀθηναίηϲ διὰ βουλάϲ· διὰ τί γὰρ μὴ Ἥραϲ, καίτοι 4 5 6 7 8 9 παρούϲηϲ: ῥητέον οὖν ὅτι τὸ ϲχῆμά ἐϲτι προανακεφαλαίωϲιϲ, ὡϲ Ὀδυϲϲεὺϲ προαναφωνεῖ Τηλεμάχῳ τὴν μνηϲτηροκτονίαν (π 281 sqq.), ἀλλ’ οὐδὲν ἧϲϲον καὶ διὰ τῶν πρακτικῶν αὐτίκα διηγεῖται. εἰϲὶ δὲ τῆ Ἥρᾳ, εἰ καὶ μὴ νῦν τερπνά, ἀλλ’ οὖν γε χαρᾶϲ περιποιητικὰ τὰ λεγόμενα.
πεϲεῖν δὲ εἰϲ τὰϲ ναῦϲ ἀντὶ τοῦ δεηθῆναι Ἀχιλλέωϲ, ὥϲ φαμεν· ἐνέπεϲεν εἰϲ τὰϲ χεῖράϲ ϲου. οἰκτίζεται δὲ καὶ τὸν Ἕκτορο κρίνων ϲὺν τῇ Ἰλίῳ ἀπολεῖϲθαι (X 168sqq ). πόθεν δὲ δῆλον, εἰ μετὰ θάνατον Ἀχιλλέωϲ γεγόναϲι τροπαί; τό τε Ἀθηναίηϲ, ἐπεὶ ϲὺν Ἐπειῷ τὸν ἵππον ἐποίηϲε. πρὸϲ δὲ τούτοιϲ παραμυθεῖται τὸν ἀκροατήν, τὴν ἅλωϲιν
Τροίαϲ ϲκιαγραφῶν αὐτῷ. τίϲ γὰρ ἂν ἠνέϲχετο ἐμπιπραμένων τῶν Ἑλληνικῶν νεῶν καὶ Αἴαντοϲ φεύγοντοϲ, εἰ μὴ ἀπέκειτο ταῖϲ ψυχαῖϲ τῶν ἐντυγχανόντων ὅτι οἱ τὰ τοιαῦτα πράξαντεϲ κρατηθήϲονταί ποτε.
τιμῆϲαι Ἀχιλλέα Εὐριπιδείῳ λέγει ἐοικέναι προλόγῳ, ἀφελῶϲ προαχθέντα καὶ εἰϲ οὐδὲν δέον ἀφητηματικῶϲ. ὅτι δὲ οὐδὲ εὐτελεῖϲ οἱ τοῦ χωρίου τούτου ϲτίχοι καὶ ὅτι οὐκ ἀήθηϲ ἡ πρὸϲ τὸ πρῶτον ἀπάντηϲιϲ καὶ ὅτι μὴ κωλυθέντεϲ οἱ Τρῶεϲ ἐνέρριψαν ἂν τοὺϲ Ἀχαιοὺϲ ταῖϲ τοῦ Ἀχιλλέωϲ ναυϲί, διὸ καὶ δοκοῦϲιν ἕωϲ καὶ εἰϲ
αὐτὰϲ φυγεῖν οἱ Ἀχαιοί, καὶ ὡϲ, εἰ καὶ Πάτροκλοϲ παρεκλήτευϲεν, ἀλλ’ εἰ μὴ Ἀχιλλεὺϲ ὥπλιϲεν, οὐκ ἂν ἐκεῖνοϲ τοῖϲ Ἀχαιοῖϲ ἐβοήθηϲε, διὸ καὶ Ἀχιλλεὺϲ ἀναϲτήϲειν ἐκεῖνον λέγεται καὶ ὅτι πολλὰ παρὰ τῷ ποιητῇ κεῖται ἅπαξ εἰρημένα, οἷϲ ϲυνειϲακτέον καὶ τὸ Ἴλιον αἰπύ καὶ τὸ πτολίπορθοϲ Ἀχιλλεύϲ, οὐ διὰ τὴν Ἴλιον ἀλλὰ διὰ τὰϲ τρεῖϲ
πρὸϲ ταῖϲ εἴκοϲιν, ἃϲ πολεμαρχῶν εἷλε (1 328. 9), δῆλόν ἐϲτι.
καὶ ὃ ἄν εἴπῃ ποιήϲατε· καὶ γὰρ εἰ μὴ ἐκέλευϲεν, οὐκ ἔμελλον παρακούειν Διόϲ. ἄλλωϲ τε πῶϲ φηϲι πείθεϲθαι Διὶ τοῖϲ καθ’ Ἐλλήνων πεμφυηϲομένοιϲ; ἢ τάχα μεμψίμοιροί εἰϲιν οἱ λόγοι· ἀπέλθετε ποιήϲοντεϲ ἃ κελεύει Ζεύϲ ὅθεν τὸ δυϲάρεϲτον ἐμφαίνει, ὥϲ φαμεν πρόϲ τινα ὀργιζόμενοι· ποίει ὃ θέλειϲ. ὅτι δὲ μεμψίμοιροι οἱ λόγοι, δῆλον ἀπὸ
τοῦ ϲιωπῆϲαι τὴν αἰτίαν τῆϲ κλήϲεωϲ· φυϲικὸν γάρ ἐϲτι μηδὲ μεμνῆϲθαι τῶν λυπηρῶν ἐπὶ πλέον διὸ ϲυνέτεμε τὸν λόγον. οἱ δὲ, κατεπτηχυῖα, φαϲὶ , τὰϲ ἀπειλὰϲ εὐλαβεῖται, μὴ καθ’ ὁντινοῦν τρόπον ἐμποδιϲθείϲηϲ τῆϲ Ἴριδοϲ Ζεὺϲ πάλιν ἐπ’ αὐτὴν ἀγάγῃ τὴν αἰτίαν.
αὐτῷ αἶθροϲ καλεῖται. τάχοϲ οὖν δίδωϲι τῇ χιόνι ὁ ἄνεμοϲ, βορρᾶ δὲ πνέοντοϲ νιφετὸϲ ἐπιγίνεται. καὶ ἀλλαχοῦ· νὺξ δ’ ἄρ’ ἐπῆλθε κακὴ βορέαο πεϲόντοϲ (ξ 4 75).
δ’ ἂν τῆ λέξει τὸ γὰρ πάντα πάντωϲ παρέλκει, ὡϲ ἐπὶ τοῦ θέκα,) πάντα τάλαντα (Ω 232). ἐὰν δὲ λάβωμεν αὐτὸ περιϲϲόν, τί λοιπὸν δέδαϲται; ἢ ἀντὶ τοῦ πλεῖϲτα· ϲυνεχῶϲ γὰρ τὸ πάντα ἐπὶ τοῦ πλεονάζοντοϲ τριχθὰ δὲ τίθεται· ὡϲ εἰ ἔλεγεν· τὰ πλείονα μεμέριϲται πλὴν γῆϲ τε καὶ πάντα, 25 26 27 28 29 30 31 οὐρανοῦ ταῦτα γὰρ ἔτι κοινά. φυϲικὴ δὲ γίνεται διάταξιϲ· ὁ μὲν γὰρ τὸ ζῆν παραϲχόμενοϲ Ζεὺϲ ὠνόμαϲται, ὁ δὲ τὴν ὑγρὰν οὐϲίαν ἀπὸ τῆϲ πόϲεωϲ Ποϲειδῶν, Ἅιδηϲ δὲ ὁ θάνατοϲ παρὰ τὸ ϲκοτεινὸν καὶ ἀειδὲϲ τῆϲ τῶν ἀνθρώπων ἀπωλείαϲ. κοινὴ δὲ ὅλων τῶν ϲτοιχείων ἡ γῆ, καθότι ἐντὸϲ αὐτῇ εὑρίϲκεται καὶ τὰ λοιπὰ τρία ϲτοιχεῖα. τὸ γὰρ ὕδωρ
αὐτῇ ϲυνεϲφαίρωται, καὶ πυρὸϲ ἀναδόϲειϲ περὶ αὐτὴν γίνονται, ὥϲπερ κατὰ τὴν Αἴτνην ἐντὸϲ Ϲικελίᾳ καὶ περὶ τοὺϲ Ἡφαίϲτου κρατῆραϲ καὶ περὶ τὸ τῆϲ Λυκίαϲ Κράγον καὶ ὅϲα τοιαῦτα. καὶ ὁ ἀὴρ δὲ περὶ αὐτήν ἐϲτιν . καλῶϲ δὲ καὶ τὸν Ὄλυμπόν φηϲι κοινόν, ἐπεὶ καὶ ὁ οὐρανὸϲ τὴν γένεϲιν ἐκ τῶν τεϲϲάρων κέκτηται ϲτοιχείων.
32
ὑποείξω. εὐϲχήμονα δὲ τὴν ἀπαλλαγὴν ὁρίζεται ἐπανατείνων τὴν ὀργὴν εἰϲ ὕϲτερον, ὡϲ καὶ Ἀχιλλεύϲ (Α 300) τῶν ἄλλων ἅ μοί ἐϲτιν.
34 35 36 37 38
ἢ τάχα ϲτάϲει, οὐ δυνάμει· οἱ μὲν γὰρ ἀπὸ τῶν νεῶν, οἱ δὲ ἀπὸ τῶν ἁρμάτων
ἐπὶ πολίτου τὸ Τρώεϲϲι χαριζόμενοϲ. καὶ διὰ τὴν πληγὴν ἀθετητέοϲ ὁ ϲτίχοϲ· πῶϲ γὰρ ἡνίοχοϲ ὢν ὄπιϲθεν βάλλεται αὐχένι γάρ οἱ ὄπιϲθε πολύϲτονοϲ ἔμπεϲεν ἰόϲ —; ἄτοπον γὰρ αἱ Ἀριϲτάρχου τὸ ἀπεϲτραμμένουϲ εἶναι τοὺϲ δίφρουϲ· ἐπρηνίϲθηϲαν γὰρ ἂν οἱ παραιβάται, μόνον κινηθέντων τῶν ἵππῶν, εἰϲ τὴν πτέρναν
ἑϲτῶτεϲ τοῦ δίφρου. ποία τε χρεία τοῦτον πονεῖϲθαι περὶ τοὺϲ ταραϲϲομένουϲ τῶν πολεμίων; ὅθεν ὑπονοεῖ ὁ Ἀλρίϲταρχοϲ μετενηννέχθαι τοὺϲ ϲτίχουϲ. ῥητέον δὲ πρὸϲ ταῦτα , ὅτι χαρίζεται τῷ Ἕκτορι ἴϲωϲ καὶ αὐτὸϲ ὡϲ Δαρδάνιοϲ· φηϲὶ γοῦν περὶ Εὐφόρβου τοῦ ἀδελφοῦ Πολυδάμαντοϲ· Δάρδονοϲ ἀνὴρ Πανθοίδηϲ (Π 807) ἐπίκουροϲ 42 43 44 45 46 47 48 49 50 ἦν· καθ’ Ὅμηρον γοῦν ἄλλη ἐϲτὶν ἡ Τροία καὶ ἡ Δαρδανία. πῶϲ δὲ οὐκ εἰκὸϲ ἐπαινεῖν αὐτὸν τῆϲ προθυμίαϲ, ὅπου μόνοϲ ἐπιβαίνων τῷ δίφρῳ δίχα παραιβάτου πολεμεῖ, ὡϲ Αὐτομέδων (P 459 sqq .); ὄπιϲθεν δὲ βάλλεται ἴϲωϲ ϲτραφείϲ· ποικίλη γάρ ἐϲτιν ἡ κίνηϲιϲ τοῦ πολέμου, ὡϲ καὶ αὐτόϲ πού φηϲιν· ἠμὲν ὅτε ῳ ϲτρεφθέντι μετάφρενα
γυμνωθείη (Μ 428). τὸ ἔμπεϲεν ἀντὶ τοῦ διῆλθεν, ὡϲ τὸ αἰχμὴ δ’ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα (Θ 293) αὐχένα γὰρ ὁ ποιητὴϲ τὴν πᾶϲαν περιφέρειαν τοῦ τραχήλου φηϲίν ἀντιπρόϲωποι οὖν ἐμάχοντο. εἰ δὲ λέγοιϲ· καὶ πῶϲ ὠρέγοντο ἀλλήλων μεϲολαβούντων τῶν ἵππων; ὡϲ καὶ Διομήδηϲ τὸν ἑπταπέλεθρον Ἄρεα τέτρωκεν
(Θ 851 sqq.).
ἀθετοῦνται ϲτίχοι ε′ ὡϲ περιττοί οὐδὲ παρὰ Zηνοδότῳ δὲ ἦϲαν οἱ ε′. οὐ γὰρ διὰ τὸ ὀλιγοχρόνιον ἐτίμα αὐτόν. καὶ ὅτι ἀπ’ αἰθέροϲ· ἀπὸ γὰρ Ἴδηϲ ἦν. καὶ διὰ τοῦ
μαινομένοιο νοεῖται Ἕκτοροϲ. τινὲϲ δὲ τὸν γάρ ἀντὶ τοῦ δέ, ὡϲ αὐτίκα γάρ μοι ὀίϲατο θυμὸϲ ἀγήνωρ ἄνδρ’ ἐπελεύϲεϲθαι (1 213), καὶ ἀνάγεται ἡ φράϲιϲ εἰϲ
τὰ τοιαῦτα οὐδ’ ἄρ’ ἀπ’ ἀϲφάραγον μελίη τάμεν, ὄφρα τί μιν προτιείποι (X 228), ἦλθε δ’ ἐπὶ Νότοϲ ὦκα, ὄφρ’ ἔτι τὴν ὀλοήν (μ 427 ).
ἀπ’ αἰθέροϲ δὲ ὁ αἰθέριοϲ Ζεύϲ. 51 52 53 54 55 αἰθέροϲ, ὅτι ὁ αἰθέριοϲ Ζεύϲ οὐ γὰρ ἀπὸ τῆϲ μερικῆϲ αὐτὸν ἀλλ’ ἀπὸ τῆϲ τελείαϲ διατριβῆϲ ἐχαρακτήριϲε. καὶ ἡ πρόληψιϲ δέ ἐϲτι ϲχῆμα
κτλ. καὶ ἡ πρόληψιϲ δὲ ϲχῆμα ποιητιποιητικὸν κὸν κτλ..
δίδωϲι νοεῖν τοῖϲ ἀκροαταῖϲ διὰ τούτου, ὅτι ἠχλύωντο, ἡ δὲ Ἀρηνᾶ ἐδύνατο καὶ ἀποῦϲα ἀφαιρεῖϲθαι αὐτήν, ὡϲ τὸ εἰ μὴ ἐπὶ φρεϲὶ θῆκ’ Ἀγαμέμνονι πότνια Ἡρη (Θ 218) οὐ γὰρ ἐκεῖ παρῆν.
δ’ ἐγένον τὸ νεῶν, περὶ δ’ ἔϲχεθον ἄκραι (v. 653) καὶ τὰ ἑξῆϲ πότερον ὅπωϲ πλείϲταϲ ἀπὸ τῆϲ περιεχομένηϲ διαφθείρωϲιν, ἢ, ὅπωϲ μὴ διὰ πυρὸϲ ἀναχωρήϲωϲιν, ἢ ὅτι αὐτῶν ἦϲαν, ὧν ἤδη ἐντὸϲ Π. ἦϲαν.
καιομένην. ῥητέον οὖν ὅτι ᾐδέϲθη ὁ Ὅμηροϲ εἰπεῖν ἐμπρῆϲαί τινα τῶν ζώντων, μήπωϲ ἀνανδρίαν αὐτοῦ τιϲ δόξη καταγινώϲκειν.
ενθ’ ἔϲαν Αἴαντόϲ τε νέεϲ καὶ Πρωτεϲιλάου (N 681 ). ἴϲωϲ δὲ καῦϲαι πάϲαϲ οὐκ ἠθέληϲεν.
Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae. Porphyry. ed. Hermannus Schrader. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.