Ρ
ἄποθεν τῶν τειχῶν μάχεϲθαι. οὕτωϲ ἔχει καὶ τὸ ἦ ϲ’ αὔτωϲ κλέοϲ ἐϲθλὸν ἔχει φύξηλιν ἐόντα ( 143 ) τοῦ δὲ φυξήλιοϲ οὐ γάρ τοι κραδίη μενεδήιοϲ οὐδὲ μαχήμων (M 247 ). καὶ τὸ οἷον ἀναΐξαϲ ἄξαρ οἴχεται οὐδ’ ὑπέμεινεν· οὐ μὲν γάρ τοι κακὸϲ εἰϲ ὦ πα (α 410. 1 ) δηλοῖ οὐχ ὑπέμεινε γνῶναι οὕτε ἡμᾶϲ αὐτὸν οὔτ’
αὐτὸν ἡμᾶϲ.
ἐξενηνεγμένα ὕϲτερον τῆϲ ἐπὶ μέρουϲ ἐπεργαϲίαϲ τυχόντα κατ’ ἐπανάληψιν. τὸ δὲ πεζὸϲ γὰρ τὰ πρῶτα οὐκ ἐπὶ τοῦ Κοιράνου ἀκουϲτέον, ἀλλ’ ἐπὶ τοῦ Ἰδομενέωϲ. ϲαφέϲ δ’ ἐκ τοῦ ἐπιφέρεϲθαι καί κεν 12 13 14 15 16 17 18 Τρωϲὶ μέγα κράτοϲ· οὐ γὰρ ἂν τάϲϲοιτο τοῦτο οἰκείωϲ ἐπὶ τοῦ Κοιράνου (ἦν γὰρ οὐ τῶν ἀριϲτέων), ἀλλ’ ἐπὶ τοῦ Ἰδομενέωϲ. διὰ μέϲου δὲ ταῦτα· δίφρῳ ἐφεϲταότοϲ, τοῦ μέν ῥ’ ἀπ ὸ τυτθὸν ἅμαρτεν, αὐτὰρ ὁ Μηριόναο ὀ πάονά θ’ ἡνίοχόν τε Κοίρανον,
ὅϲ ῥ’ ἐκ Λύκτου ἐυκτιμένηϲ ἕπεθ’ αὐτῷ, ὥϲτε εἶναι τὸ ἑξῆϲ· ὁ δ’ Ἰδομενῆοϲ ἀκόν τιϲε Δευκαλίδαο· πεζὸϲ γὰρ τὰ πρῶτολιπὼν νέαϲ ἤλυθεν, ὁ Ἰδομενεύϲ. εἴωθε δὲ ὁ ποιητὴϲ τινὰ διὰ μέϲου τάϲϲειν. κεφάλαιον δὲ νοητέον αὐτὸ μόνον προειρῆϲθαι ἐντὸϲ τῷ ὁ δ’ Ἰδομενῆοϲ ἀκόντιϲε Δευκαλίδαο δίφρῳ ἐφεϲταότοϲ·
τοϲ· εἶτα ἐπεξηγεῖται τὴν αἰτίαν, πῶϲ ἐγένετο ἐντὸϲ τῷ δίφρῳ· πρότερον μὲν ἦν πεζόϲ, τότε δὲ ὁ Κοίρανοϲ αὐτῷ παρέϲτηϲε τὸ ἅρμα. πεζὸϲ μὲν γὰρ τὰ πρῶτα λιπὼν νέαϲ ἐντὸϲ τῆ Ν (240) ἀπὸ τῆϲ ϲκηνῆϲ ὁ Ἰδομενεύϲ, νῦν δὲ ἄφνω πέφηνεν ἐφ’ ἄρματοϲ· οὐ γάρ ἐϲτιν ὁ λόγοϲ ὅτι ἀπὸ Κρήτηϲ πεζὸϲ ἦλθεν, οὐ χρηϲάμενοϲ ἅρματι, καθάπερ ὁ Ὀδυϲϲεύϲ,
τραχεῖαν ἔχιυν τὴν Ἰθάκην. ϲημαίνει οὖν ὅτι ἀπὸ τῶν νεῶν πεζὸϲ ἦλθεν ἐπὶ τὸν πόλεμον. προθεὶϲ οὖν τὸ κεφάλαιον, ὕϲτερον ἐπεκδιδάϲκει πῶϲ ἔϲχεν ἅρμα· καί κε Τρωϲὶ μέγα κράτοϲ ἐγγυάλιξεν, εἰμὴ Κοίρανοϲ ὦκα ποδώκεαϲ ἤλαϲεν ἵππουϲ. τοῦτο οὖν προλαβὼν ἐξήνεγκεν· ὁ δ’ Ἰδομενῆοϲ ἀκόντιϲε Δευκαλίδαο
δίφρῳ ἐφεϲταότοϲ. πῶϲ ὁ γὰρ Κοίρανοϲ ἤλαϲε τοῦϲ ἵππουϲ, ἐπεὶ αὐτόϲ γε πεζὸϲ ἐλήλυθε· πεζὸϲ γὰρ τὰ πρῶτα λιπὼν νέαϲ ἤλυθε. τίϲ γὰρ ἡ ἰδιότηϲ. ὅτι, εἴπερ ἐμάχετο πεζόϲ, ἀπολώλει ἂνοἶϲ ἐντροπὴ ἐγέτο πρὸϲ οὓϲ Πηνέλεωϲ ἦρχεν.
ἐκ τοῦ ναυϲτάθμου ἦλθε, καὶ δὴ πεϲὼν ἄν ὕψωϲε τοὺϲ Τρῶαϲ, εἰ μὴ ὁ Κοίρανοϲ αὐτῷ παρέϲτηϲε τὸ τοῦ Μηριόνου ἅρμα, ὃϲ ἐκ Λύκτου Μηριόνῃ ϲυνεϲτράτευϲε· λέγει δὲ ὅτι ἤδη ἀναβῆναι φθάϲαντοϲ Ἰδομενέωϲ ἧκε τὸ βέλοϲ, καὶ τὸν ἡνίοχον ἔτρωϲε κατὰ τύχην. εἰ μὴ οὖν ἤνεγκε τοῦϲ ἵππουϲ, τροπῆϲ γεγονυίαϲ, μεϲαιπόλιοϲ ὢν ὁ Ἰδομενοῦϲ
καὶ μὴ δυνάμενοϲ φεύγειν, ἀπώλετο ἄν.
μὴ βαρούμενον τοῖϲ ὅπλοιϲ χρονίϲαι ἐντὸϲ τῇ ὁδῷ.
Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae. Porphyry. ed. Hermannus Schrader. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.