ὡς ἐπιβουλεύσων αὐτῷ τε καὶ τοῖς γνωρίμοις. τοὐντεῦθεν δʼ οἱ μὲν φασὶ τῶν ἑταίρων τοῦ Πυθαγόρου συνηγμένων ἐν τῇ Μίλωνος οἰκίᾳ τοῦ ἀθλητοῦ παρὰ τὴν Πυθαγόρου ἀποδημίαν (ὡς γὰρ Φερεκύδη τὸν Σύριον αὐτοῦ διδάσκαλον γενόμενον εἰς
Δῆλον πεπόρευτο νοσοκομήσων αὐτὸν περιπετῆ γενόμενον τῷ ἱστορουμένῳ τῆς φθειριάσεως πάθει καὶ κηδεύσων), πάντας πανταχῇ ἐνέπρησαν αὐτοῦ τε καὶ κατέλευσαν, δύο ἐκφυγόντων ἐκ τῆς πυρᾶς, Ἀρχίππου τε καὶ Δύσιδος, ὡς φησὶ Νεάνθης· ὧν ὁ Δνσις
ἐν Ἑλλάδι ᾤκησε καὶ Θήβας ἐπῴκησεν Ἐπαμεινώνδᾳ τε συγγέγονεν, οὗ καὶ διδάσκαλος γέγονε.
Vita Pythagorae. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.