τετταράκοντα ἐν οἰκίᾳ τινὸς παρεδρεύοντας ληφθῆναι, τοὺς δὲ πολλούς σποράδην κατὰ τὴν πόλιν ὡς ἔτυχον εἰς ἄστυ διαφθαρῆναι. Πυθαγόραν δὲ κρατουμένων τῶν φίλων τὸ μὲν πρῶτον εἰς Καυλωνίαν τὸν ὅρμον σωθὴναι, ἐκεῖθεν δὲ πάλιν εἰς Δοκρούς. πυθομένους δὲ τοὺς Δοκροὺς τῶν γερόντων τινὰς ἐπὶ τὰ τῆς
χώρας ὅρια ἀποστεῖλαι. τούτους δὲ πρὸς αὐτὸν ἀπαντήσαντας εἰπεῖν “ἡμεῖς, ὠ Πυθαγόρα, σοφὸν μὲν ἄνδρα σε καὶ δεινὸν ἀκούομεν· ἀλλʼ ἐπὶ τοῖς ἰδίοις νόμοις οὐθὲν ἔχομεν ἐγκαλεῖν. αὐτοὶ μὲν ἐπὶ τῶν ὑπαρχόντων πειρασόμεθα μένειν· σὺ δʼ ἑτέρωθί
που βάδιζε λαβὼν παρʼ ἡμῶν εἴ του κεχρημένος τῶν ἀναγκαίων τυγχάνεις.” ἐπεὶ δʼ ἀπὸ τῆς τῶν Δοκρῶν πόλεως τὸν εἰρημένον ἀπηλλάγη τρόπον, εἰς Τάραντα πλεῦσαι· πάλιν δὲ κἀκεῖ παραπλήσια παθόντα τοῖς περὶ Κρότωνα εἰς Μεταπόντιον ἐλθεῖν.
πανταχοῦ γὰρ ἐγένοντο μεγάλαι στάσεις, ἃς ἔτι καὶ νῦν οἱ περὶ τοὺς τόπους μνημονεύουσί τε καὶ διηγοῦνται, τὰς ἐπὶ τῶν Πυθαγορείων καλοῦντες. Πυθαγόρειοι δʼ ἐκλήθησαν ἡ σύστασις ἅπασα ἡ συνακολουθήσασα αὐτῷ.
Vita Pythagorae. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.