καὶ τὰς πολιτείας τοῖς ἀπʼ αὐτοῦ ἐπιτρέπειν τὰς πόλεις. ὀψὲ δέ ποτε ἐφθονήθησαν, καὶ συνέστη κατʼ αὐτῶν ἐπιβουλὴ τοιάδε τις. Κύλων ἀνὴρ Κροτωνιάτης, κατὰ μὲν τὸ γένος καὶ δόξαν προγονικὴν καὶ βίου περιουσίαν πάντας ὑπερβάλλων τοὺς πολίτας, χαλεπὸς δʼ ἄλλως καὶ βίαιος καὶ τυραννικός, τῇ τε τῶν φίλων περιβολῇ καὶ τῇ τοῦ πλούτου δυνάμει πρὸς ἰσχὺν ἀδικημάτων χρώμενος, οὗτος τῶν τʼ ἄλλων
ἁπάντων ἅ ἐδόκει καλὰ ἑαυτὸν ἠξίου, ἡγεῖτο δὲ καὶ τῆς Πυθαγόρου φιλοσοφίας ἀξιώτατον εἶναι μετασχεῖν. πρόσεισι τῷ Πυθαγόρᾳ ἑαυτὸν ἐπαινῶν ὡς βουλόμενος συνεῖναι αὐτῷ. ὁ δʼ εὐθὺς φυσιογνωμονήσας τὸν ἄνδρα καὶ ὁποῖος ἦν συνιδὼν ἐκ τῶν σημείων ἃ διὰ
τοῦ σώματος ἐθήρα τῶν προσιόντων, ἀπιέναι ἐκέλευσε καὶ τὰ ἑαυτοῦ πράττειν. τοῦτο τὸν Κύλωνα οὐ μετρίως ἐλύπησεν ὥσπερ ὑβρισμένον καὶ τὰ ἄλλα χαλεπὸν ὄντα καὶ ὀργῆς ἀκρατῆ.
Vita Pythagorae. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.