κυάμων ἀποσχέσθαι· προσπαίξαντος δʼ αὐτῷ τοῦ βουκόλου καὶ φήσαντος οὐκ εἰδέναι βοϊστὶ λαλεῖν, προσελθόντα καὶ εἰς τὸ οὖς προσψιθυρίσαντα τῷ ταύρῳ οὐ μόνον τότʼ ἀποστῆσαι τοῦ κυαμῶνος, ἀλλὰ καὶ αὖθις μηδέποτε κυάμων θιγεῖν, μακροχρονιώτατον
δʼ ἐν Τάραντι κατὰ τὸ τῆς Ἥρας ἱερὸν γηρῶντα διαμεμενηκέναι τὸν ἱερὸν καλούμενον βοῦν, τροφὰς σιτούμενον ἅς οἱ ἀπαντῶντες ὤρεγον.
Vita Pythagorae. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.