καὶ διοσημιῶν, ὅτι παρὰ θεῶν εἰσὶν ἀγγελίαι τινὲς καὶ αὐταὶ τοῖς ὡς ἀληθῶς θεοφιλέσι τῶν ἀνθρώπων, καταγαγεῖν λέγεται καὶ καταψήσαντα πάλιν ἀφεῖναι. δικτυουλκοῖς τʼ ἐπιστάντα ἐπὶ τῆς σαγήνης ἐκ βυθοῦ πολὺν φόρτον ἐπισυρομένοις, όσον πλῆθος ἐπισπῶνται
προειπεῖν τῶν ἰχθύων ὁρίσαντα τὸν ἀριθμόν, καὶ τῶν ἀνδρῶν ὑπομεινάντων ὅ τι ἂν κελεύσῃ πράξειν, εἰ τοῦθʼ οὕτως ἀποβαίη, ζῶντας ἀφεῖναι πάλιν κελεῦσαι τοὺς ἰχθύας πρότερόν γε ἀκριβῶς διαριθμήσαντας· καὶ τὸ θαυμασιώτερον ὅτι οὐδεὶς ἐν τοσούτῳ
τῆς ἀριθμήσεως χρόνῳ τῶν ἰχθύων ἐκτὸς ὕδατος μεινάντων ἀπέπνευσεν ἐφεστῶτος αὐτοῦ.
Vita Pythagorae. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.