πιστεύειν τοῖς ἱστορήσασι περὶ αὐτοῦ παλαιοῖς τε οὖσι καὶ ἀξιολόγοις, μέχρι καὶ τῶν ἀλόγων ζῴων διικνεῖτο αὐτοῦ ἡ νουθέτησις. τὴν μὲν γὰρ Δαυνίαν ἄρκτον λυμαινομένην τοὺς ἐνοίκους κατασχών, ὡς φασί, καὶ ἐπαφησάμενος χρόνον συχνὸν ψωμίσας τε μάζῃ καὶ ἀκροδρύοις ὁρκώσας τε μηκέτι ἐμψύχου
ἐφάπτεσθαι ἀπέλυσεν. ἡ δʼ εὐθὺς εἰς τὰ ὄρη καὶ τοὺς δρυμοὺς ἀπαλλαγεῖσα οὐκέτʼ ὤφθη παράπαν ἐπιοῦσα οὐδʼ ἀλόγῳ ζῴῳ.
Vita Pythagorae. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.