θεολογίας ὑποχωρήσαντες. ποῦ γὰρ θήσεις τὸ ἐκπορευτόν. εἰπέ μοι, μέσον ἀναφανὲν τῆς σῆς διαιρέσεως, καὶ παρὰ κρείσσονος ἢ κατὰ σὲ θεολόγου, τοῦ σωτῆρος ἡμῶν, εἰσαγόμενον; εἰ μὴ τὴν φωνὴν ἐκείνην τῶν σῶν ἐξεῖλες εὐαγγελίων, διὰ τὴν τρίτην σου διαθήκην, Τὸ πνεῦμα τὸ ἅγιον,
ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται· ὃ καθ’ ὅσον μὲν ἐκεῖθεν ἐκπορεύεται, οὐ κτίσμα· καθ’ ὅσον δὲ οὐ γεννητόν, οὐχ 1 2 3 4 5 6 7 8 9 10 11 υἱός· καθ’ ὅσον δὲ ἀγεννήτου καὶ γεννητοῦ μέσον, θεός. καὶ οὕτω σου τὰς τῶν συλλογισμῶν ἄρκυς διαφυγὸν θεὸς ἀναπέφηνε, τῶν σῶν διαιρέσεων ἰσχυρότερος. τίς οὖν ἡ ἐκπόρευσις; εἰπὲ σὺ τὴν ἀγεννησίαν τοῦ πατρός, κἀγὼ τὴν γέννησιν τοῦ υἱοῦ φυσιολογήσω, καὶ τὴν ἐκπόρευσιν
τοῦ πνεύματος, καὶ παραπληκτίσωμεν ἄμφω εἰς θεοῦ μυστήρια παρακύπτοντες· καὶ ταῦτα τίνες; οἱ μηδὲ τὰ ἐν ποσὶν εἰδέναι δυνάμενοι, μηδὲ ψάμμον θαλασσῶν, καὶ σταγόνας ὑετοῦ, καὶ ἡμέρας αἰῶνος ἐξαριθμεῖσθαι, μὴ ὅτι γε θεοῦ βάθεσιν ἐμβατεύειν, καὶ λόγον ὑπέχειν τῆς οὕτως
ἀρρήτου καὶ ὑπὲρ λόγον φύσεως.
De Spiritu Sancto (Orat. 31). Gregory of Nazianzus. Arthur James Mason (Translator). Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.