αὐτῶν καὶ τὴν κλῆσιν πεποίηκεν. οὐδὲ γὰρ τῷ υἱῷ λείπει τι πρὸς τὸ εἶναι πατέρα, οὐδὲ γὰρ ἔλλειψις ἡ υἱότης, ἀλλ’ οὐ παρὰ τοῦτο πατήρ. ἢ οὕτω γε καὶ τῷ πατρὶ λείψει τι πρὸς τὸ εἶναι υἱόν· οὐ γὰρ υἱὸς ὁ πατήρ. ἀλλ’ οὐκ 1 2 3 4 5 6 7 8 9 10 11 ἐλλείψεως ταῦτά ποθεν, οὐδὲ τῆς κατὰ τὴν οὐσίαν ὑφέσεως · αὐτὸ δὲ τὸ μὴ γεγεννῆσθαι, καὶ τὸ γεγεννῆσθαι, καὶ τὸ ἐκπορεύεσθαι, τὸν μὲν πατέρα, τὸν δὲ υἱόν, τὸ δὲ τοῦθ’ ὅπερ λέγεται πνεῦμα ἅγιον προσηγόρευσεν, ἵνα τὸ ἀσύγχυτον
σώζηται τῶν τριῶν ὑποστάσεων ἐν τῇ μιᾷ φύσει τε καὶ ἀξίᾳ τῆς θεότητος. οὔτε γὰρ ὁ υἱὸς πατήρ, εἷς γὰρ πατήρ, ἀλλ’ ὅπερ ὁ πατήρ· οὔτε τὸ πνεῦμα υἱὸς ὅτι ἐκ τοῦ θεοῦ, εἷς γὰρ ὁ μονογενής, ἀλλ’ ὅπερ ὁ υἱός· ἓν τὰ τρία τῇ θεότητι, καὶ τὸ ἓν τρία ταῖς ἰδιότησιν· ἵνα μήτε τὸ ἓν
Σαβέλλιον ᾖ, μήτε τὰ τρία τῆς πονηρᾶς νῦν διαιρέσεως.
De Spiritu Sancto (Orat. 31). Gregory of Nazianzus. Arthur James Mason (Translator). Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.