σὺ δέ μοι πλάττε καὶ διδύμους, εἰ βούλει, ἢ τὸν μὲν πρεσβύτερον, τὸν δὲ νεώτερον ’ ἐπειδὴ λίαν εἶ φιλοσώματος. εἰ δὲ ἐκ τοῦ υἱοῦ, πέφηνέ, φησι, καὶ υἱωνὸς ἡμῖν θεός· οὗ τί ἂν γένοιτο παραδοξότερον ; ταῦτα μὲν οὖν οἱ σοφοὶ τοῦ κακοποιῆσαι, τὰ δὲ ἂγ ἀθ’ ἁ γράφειν οὐ θέλοντες. ἐγὼ δὲ εἰ
μὲν ἑώρων ἀναγκαίαν τὴν διαίρεσιν, ἐδεξάμην ἂν τὰ πράγματα, οὐ φοβηθεὶς τὰ ὀνόματα. οὐ γάρ, ἐπειδὴ κατά τινα σχέσιν ὑψηλοτέραν υἱὸς ὁ υἱός, οὐ δυνηθέντων ἡμῶν ἄλλως ἢ οὕτως ἐνδείξασθαι τὸ ἐκ τοῦ θεοῦ καὶ ὁμοούσιον, ἤδη καὶ πάσας οἰητέον ἀναγκαῖον εἶναι τὰς κάτω κλήσεις, καὶ τῆς
ἡμετέρας συγγενείας, μεταφέρειν ἐπὶ τὸ θεῖον. ἢ τάχα ἃν σύ γε καὶ ἄρρενα τὸν θεὸν ἡμῖν ὑπολάβοις, κατὰ τὸν λόγον τοῦτον, ὅτι θεὸς ὀνομάζεται, καὶ πατήρ ; καὶ θῆλύ τι τὴν θεότητα, ὅσον ἐπὶ ταῖς κλήσεσι ; καὶ τὸ πνεῦμα οὐδέτερον, ὅτι μὴ γεννητικόν ; εἰ δέ σοι καὶ τοῦτο παιχθείη, τῇ ἑαυτοῦ
1 2 3 4 5 6 7 8 9 θελήσει τὸν θεὸν συγγενόμενον, κατὰ τοὺς παλαιοὺς λήρους καὶ μύθους, γεννήσασθαι τὸν υἱόν, εἰσήχθη τις ἡμῖν καὶ Μαρκίωνος καὶ Οὐαλεντίνου θεὸς ἀρρενόθηλυς, τοῦ τοὺς καινοὺς αἰῶνας ἀνατυπώσαντος.
De Spiritu Sancto (Orat. 31). Gregory of Nazianzus. Arthur James Mason (Translator). Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.