ἐστι καὶ φατά. ἀμύθητά τε καὶ ἐν ἀριθμῷ μὴ καθιστάμενα καὶ ὅσον μὲν εἰς ἀνθρώπους ἡκεν ἀνέφικτα, μόνῳ δὲ τῷ τῶν ὅλων δεσπότῃ γινωσκόμενα.
ἐν κόσμῳ ἐσπαρμένης, ἐξότε ἄνθρωπος ἐπὶ γῆς πέπλασται ἄχρι τοῦ ἡμετέρου χρόνου τουτέστι βασιλείας Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος ἑνδεκάτου ἔτους καὶ Γρατιανοῦ ἑβδόμου.
τοῖς δέ τισιν ἰδίοις ὠσὶ καὶ ὀφθαλμοῖς παρετύχομεν· καὶ τῶν μὲν τὰς ῥίζας καὶ τὰ διδάγματα ἐξ ἀκριβοῦς ἀπαγγελίας ἀποδοῦναι πεπιστεύκαμεν, τῶν δὲ μέρος τι τῶν παρ᾿ αὐτοῖς γινομένων. ἐξ ὡν τοῦτο μὲν διὰ συνταγμάτων παλαιῶν συγγραφέων , τοῦτο δὲ δι ἀκοῆς ἀνθρώπων ἀΚριβῶς πιστωσαμένων τὴν ἡμῶν ἔν νοιαν ἔγνωμεν. 1
τοῦτο δὲ τὸ πᾶν συνηγάγομεν φρόντισμα οὐ δι᾿ ἑαυτῶν ἐπιβαλλόμενοι οὐδ᾿ ἐπεντριβέντες ἐπαγγελίαις ὑπερβαινούσαις τὴν ἡμῶν βραχυλογίαν. καὶ γὰρ καὶ αὐτὸν τοῦτον τὸν λόγον , ὃν συνθεῖναι ηὐδοκήσαμεν θεοῦ βουλήσει, ἐξ ἀνδρῶν φιλοκάλων *, ἄλλοθι ἄλλως καὶ ἄλλοτε ἄλλως νυξάντων τὴν ἡμῶν ἀσθένειαν καὶ βιασαμένων
ἡμᾶς ὡς εἰπεῖν παρελθεῖν εἰς τοῦτο, ὡς ἡ ὑμῶν τιμιότης γράφουσα διὰ προσρητικῶν γραμμάτων ᾔτησεν, ὠ τιμιώτατοί μου ἀδελφοὶ καὶ φιλοκαλώτατοι, Ἀκάκιε καὶ Παῦλε, συμπρεσβύτεροι.
δηλουμένων ἄρξομαι τοῦ λέγειν.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.