καταβολῆς καὶ ἀκολουθίας, οὐ διὰ τῆς ἐμαυτοῦ δυνάμεως οὐδ’ ἀπὸ ἰδίων λογισμῶν ὁρμώμενος, ἀλλ᾿ ὡς ὁ θεὸς ὁ πάντων δεσπότης καὶ ἐλεήμων ἀπεκάλυψε τοῖς ἑαυτοῦ προφήταις καὶ δι᾿ αὐτῶν ἡμᾶς τῆς τοῦ παντὸς γνώσεως κατὰ τὸ ἐγχωροῦν ἀνθρωπείᾳ φύσει κατηξίωσε.
οὐκ ἐν μικρῷ ἀγῶνι καθίσταμαι, ἀλλὰ καὶ σφόδρα δέδια ἐπιβαλλόμενος ἔργῳ οὐ τῷ τυχόντι καὶ ἐπικαλοῦμαι αὐτὸν τὸν ἅγιον θεὸν καὶ τὸν μονογενῆ P2 αὐτοῦ παῖδα Ἰησοῦν Χριστὸν καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, ὅπως καταυγάσῃ τῆς ἡμετέρας εὐτελείας τὸν νοῦν πρὸς φωτισμὸν τῆς περὶ τούτων γνώσεως.
συγγραφεῖς ποιηταί τε καὶ λογογράφοι ἐπιβαλλόμενοί τινι μυθώδει συγγράμματι Μοῦσάν τινα ἐπεκαλοῦντο. οὐ γὰρ θεόν· δαιμονιώδης γὰρ παρ᾿ αὐτοῖς ἡ σοφία καὶ »ἐπίγειος καὶ οὐκ ἄνωθεν κατερχομένη« κατὰ τὸ γεγραμμένον.
αὐτοῦ πνεῦμα εἰς τὸ μηδὲν παραπεποιημένον εἰς τὴν τῆς ἐπαγγελίας γραφὴν συντάξαι.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.