τε ὁ Βιθυνὸς καὶ Ἡρακλείδας ὁ Ταραντῖνος, Κρατεύας ὁ ῥιζοτόμος, Ἀνδρέας τε καὶ Βάσσος ὁ Τύλιος, Νικήρατος καὶ Πετρώνιος, Νίγερ καὶ Διόδοτος, καὶ ἄλλοι τινές.
συγγραφεῦσι διὰ σπουδῆς ἐγένετο οὐ τὸ κακὸν σημᾶναι, ἀλλὰ πρὸς φόβον καὶ ἀσφάλειαν τῆς ἀνθρωπείας φύσεως, εἰς τὸ γινώσκειν τὰ δεινὰ καὶ ἀλετήρια καὶ προασφαλίζεσθαι καὶ διαδιδράσκειν σὺν τῇ τοῦ θεοῦ δυνάμει διὰ τοῦ προσέχειν καὶ μὴ συναμιλλᾶσθαι τοῖς δηλητηρίοις τοιούτοις περιτυχόντας καὶ ὑπὸ τῶν τοιτούτων
ἐπιβουλευθέντας ἢ δι’ ἐμφυσήματος ἢ δήγματος ἢ θεωρίας, οἱ αὐτοὶ τὰ αὐτὰ μεριμνήσαντες 〈ἅμα〉καὶ ἀλεξητήρια ῥιζῶν τε καὶ βοτανῶν προετύπωσαν πρὸς ἀθέτησιν τῆς τῶν προειρημένων ἑρπετῶν μοχθηρίας, —
ἑρπετῶν καὶ θηρίων μορφάς τε καὶ ἰοὺς καὶ δήγματα ὀλετήρια.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.