καθάπερ καὶ τοῖς ἀρτιμαθέδι γραμμάτων παιδίοις πρὸς ἐπανόρωσιν αἱ πληγαί. οὐδὲν γὰρ ἄλλο ὁ θάνατος ἢ διάκρισις κα διαχωρισμὸς ψυχῆς ἀπὸ σώματος. τί οὖν; παραίτιος ὁ θεὸς θανάτου; λέξετε.
θάνατος, εἰ καθάπερ παισὶ Ö 284 πρὸς ἐπιστροφὴν δίκην πληγῶν ηὑρέθη, οὐχ ὁ τῆς ἀμαρτίας, ὦ σοφώτατοι, ἀλλ’ ὁ τῆς διαζεύξεως τῆς σαρκὸς κα1 τοῦ χωρισμοῦ.
τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε»,
ὄλως ἐκ παντὸς τὸ παράπαν αοτιος κακοῦ· ἀλλὰ πᾶν ὄπερ ἂν αὐτεξούσιον 1 2 3 οὕτως ὑπ᾿ αὐτοῦ γεγονὸς ᾖ πρὸς τὸ φυλάξασθαι καὶ τηρῆσαι νόμον, ὃν αὐτὸς δικαίως διεστείλατο, μὴ τηρῆσαν λέγεται κακόν. βαρυτάτη δὲ βλάβη τὸ παρακοῦσαι θεοῦ τοὺς ὅρους τῆς κατὰ τὸ αὐτεξούσιον ὑπερβάντα δικαιοσύνης.
ἀποστατήσας ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ κηλῖδας ἐναπεμάξατο κακίας πολλῆς, ἃς ὁ ἄρχων τοῦ σκότους ἀπεκύησε καὶ πατὴρ τῆς πλάνης, πόνον κατὰ τὴν γραφὴν συλλαβών, ἵνα τὸν ἄνθρωπον φαντάζειν ἀεὶ πρὸς ἀδικίαν ἔχῃ καὶ κινεῖν, ὁ θεὸς ὁ παντοκράτωρ ἀθάνατον κακὸν ἐξ ἐπιβουλῆς τοῦ διαβόλου ἰδὼν αὐτὸν γεγενημένον, καθάπερ καὶ ὁ διάβολος πλάνος ἦν,
δερματίνους χιτῶνας διὰ τοῦτο κατεσκεύασεν, οἱονεὶ νεκρότητι περιβαλὼν αὐτόν ὅπως διὰ τῆς λύσεως τοῦ σώματος πᾶν τὸ ἐν αὐτῷ γενηθὲν κακὸν ἀποθάνῃ. P546
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.