ἐν τῇ ἐρήμῳ«, ἄκουε τοῦ προδρόμου κυρίου, τοῦ ἀγγέλου καταξιωθέντος ὀνομασθῆναι, τοῦ ἀπὶ κοιλίας μητρὸς λαβόντος πνεῦμα ἅγιον καὶ σκιρτήσαντος τῇ πρὸς Ἐλισάβετ εἰσόδῳ τῆς Μαρίας·
ἑαυτοῦ ἐπιγνούς, ὅτι »ἐγὼ σοῦ χρείαν ἔχω καὶ σὺ ἔρχῃ πρός με«, καὶ τοῦ σωτῆρος λέγοντος »ἄφες ἄρτι, ὅπως πληρωθῇ πᾶσα δικαιοσύνη«, καὶ αὐτοῦ βαπτισθέντος ὑπ᾿ αὐτοῦ, ὥς φησι τὸ θεῖον εὐαγγέλιον,
καὶ ἐρχόμενον ἐπ᾿ αὐτόν. καὶ φωνὴ ἐκ τοῦ οὐρανοῦ, οὖτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐφ᾿ ὃν ηὐδόκησα«.
δὲ ἐν εἴδει περιστερᾶς κατελήλυθε, καίτοι γε σῶμα μὴ φορέσαν, τὸ πνεῦμα; ὁ γὰρ μονογενὴς μόνος <σῶμα> ἐνεδύσατο καὶ τελείως ἐνηνθρώπησεν ἀπὸ Μαρίας τῆς ἀειπαρθένου διὰ πνεύματος ἁγίου,
τί ἐστιν ἄνθρωπος, πάντα τελείως ἀναδεξάμενος καὶ συνενώσας τῇ ἑαυτοῦ θεότητι, Ö 216 οὐχ ὡς ἐν ἀνθρώπῳ οἰκήσας, (μὴ γένοιτο), αὐτὸς δὲ ὁ ἅγιος Λόγος, θεὸς Λόγος ἐνανθρωπήσας.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.