οὐ γεννητὸν οὐ κατιστὸν οὐκ ἀδελφὸν υἱοῦ, οὐκ ἔκγονον πατρός, ἐκ πατρὸς δὲ ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ, ἀλλὰ ἐκ τῆς αὐτῆς οὐσίας, [ἐκ] τῆς αὐτῆς θεότητος,
γὰρ πνεῦμα τοῦ πατρός, <φησί,> τὸ λαλοῦν ἐν ὑμῖν« καί »τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν«), τρίτον τῇ ὀνομασίᾳ ἴσον τῇ θεότητι, οὐκ ἠλλοιωμένον παρὰ πατέρα καὶ υἱόν, σύνδεσμος τῆς τριάδος, ἐπισφραγὶς τῆςν ὀμολογίας.
εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος«. μέσων δὲ τιθεμένων τῶν συνδέσμων, τουτέστιν τῆς συλλαβῆς τοῦ »καί« ἐλἐγχει τὸν Σαβέλλιον ματαίως τὴν συναλοιφὴν παρεισφέροντα Ρ 516 Ö 214 ·
ὀνόματι τριὰς καλουμένη, ἐλἐγχει τὸν Ἄρειον, ὑπόβασίν τινα διανοούμενον ἐν τῇ τριάδι ἢ ἀλλοἰωσιν ἢ παραλλαγήν.
ἰσότητα βούλεται λέγειν, ἴνα μὴ ἐκπέσωσί τινες ἦσσόν πως περὶ υἱοῦ διανοούμενοι, οὕτως φησίν »ὁ μὴ τιμῶν τὸν υἱόν, ὡς τιμᾷ τὸν πατέρα, οὐκ ἔχει ζωὴν ἐν ἑαυτῷ« καί »πάντα τὰ τοῦ πατρός μου ἐμά ἐστι«. τί δέ ἐστι »τὰ τοῦ πατρός« ἀλλά· »θεὸς ὁ πατήρ, θεός εἰμι· ζωὴ ὁ πατήρ, ζωή εἰμι· ἀεὶ ὁ πατήρ, ἀεί εἰμι· πάντα τὰ τοῦ πατρός
μου ἐμά ἐστιν«;
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.