καὶ ὅτι μὲν ἀληθῶς εἶς ἐστι θεὸς καὶ οὐκ ἔστιν ἔτερος, σαφῶς ἐν τῇ ἁγίᾳ θεοῦ ἐκκλησίᾳ ὡμολόγηται, καὶ συμπεφώνηται ὅτι οὐ πολυθεΐαν εἰσηγούμεθα, ἀλλὰ μοναρχίαν κηρύττομεν.
ἁγίου πνεύματος.
Ἅρειος κενοφωνῶν ἐδογμάτισεν,
πατὴρ δὲ ἀεὶ πατὴρ καὶ οὐκ ἦν καιρὸς ὅτε οὐκ ἦν ὁ πατὴρ πατήρ, τέλειος ὤν ἀεὶ πατὴρ ἐνυπόστατος καὶ υἱὸς ἀεὶ τέλειος ὤν, ἀεὶ ἐνυπόστατος, ἐκ πατρὸς ἐν ἀληθείᾳ γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως καὶ ἀνεκδιηγήτως, ὤν πατρί,
ἐκ πατρὸς ἀχρόνως γεγεννημένος, ἴσος ὤν, θεὸς ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, γεννηθεὶς οὐ κτισθείς, ἀλλὰ οὐκ αὐτὸς πατὴρ οὐδὲ ὁ πατὴρ αὐτὸς υἱός, εἶς δὲ θεὸς πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.