ἰσότητα βούλεται λέγειν, ἴνα μὴ ἐκπέσωσί τινες ἦσσόν πως περὶ υἱοῦ διανοούμενοι, οὕτως φησίν »ὁ μὴ τιμῶν τὸν υἱόν, ὡς τιμᾷ τὸν πατέρα, οὐκ ἔχει ζωὴν ἐν ἑαυτῷ« καί »πάντα τὰ τοῦ πατρός μου ἐμά ἐστι«. τί δέ ἐστι »τὰ τοῦ πατρός« ἀλλά· »θεὸς ὁ πατήρ, θεός εἰμι· ζωὴ ὁ πατήρ, ζωή εἰμι· ἀεὶ ὁ πατήρ, ἀεί εἰμι· πάντα τὰ τοῦ πατρός
μου ἐμά ἐστιν«;
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.