ἤδη μὲν οὖν, ὠ πεπλανημένοι, ἐδείξαμεν ὑμῖν δι᾿ ἣν αἰτίαν περιετμήθη.
ἄνωθεν αὐτὸ κατενήνοχεν, ὡς λέγει Οὐαλεντῖνος·
σφραγῖδος ἕνεκα φαινομένης εἰς τύπον δὲ ἀληθινῆς καὶ ἀοράτου δοθείσης, ταύτην Χριστὸν περιτμηθέντα βεβαιῶσαι.
D125 πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ καὶ δουλώσουσιν αὐτὸ ἴτη τετρακόσια« ἀσφαλείας ἕνεκα διὰ τὸν δισταγμὸν P154 δι᾿ ὃν εἶπεν »εἰ τῷ ἑκατονταετεῖ υἱὸς γεννηθήσεται«, ἵνα μὴ καταδουλωθὲν τὸ σπέρμα ὑπὸ εἰδωλολατρῶν καὶ ἀπίστων Αἰγυπτίων ἐπιλάθηται θεοῦ τῶν πατέρων αὐτοῦ, ἐπέθηκεν αὐτῷ καὶ αὐτοῖς τὴν ἔνσαρκον
περιτομήν, ἴνα ὁρῶντες ὑπομιμνῄσκωνται καὶ δυσωπῶνται καὶ μὴ ἀρνῶνται αὐτόν.
ἔχων περιτέμνεται, τὰ πάντα οἰκονομῶν ἐν ἀληθείᾳ, ἵνα καὶ Ἰοδαῖοι ὡς προεῖπον ἀναπολόγητοι ὠσιν καὶ Μανιχαῖοι καὶ ἄλλοι ἐλεγχθήσονται καὶ ἴνα περιτμηθεὶς εὐλόγως καταλύσῃ τὴν περιτομὴν καὶ ἄλλην μείζονα ὑποδείξῃ, οὐχ ὡς μὴ ἔχων καὶ ἑαυτῷ συνιστάμενος, ἀλλὰ ἔχων μὲν δεικνὺς δὲ ὅτι ταύτης οὐκέτι ἐστὶν χρεία,
ἀλλὰ τῆς μείζονος.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.