ὅτι ἐν βηθλεὲμ ὁ Χριστὸς γεννᾶται, ἐξῆλθον πάλιν τοῦ ἀστέρος ὁδηγοῦντος αὐτοὺς καὶ ἦλθον ἀπὸ Ἱεροσολύμων εἰς βηθλεέμ.
διὸ καὶ οἱ D126 ἄγγελοι εὐθὺς ὑμνοῦσι λέγοντες »δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία« καὶ εὐαγγελίζονται τοὺς ποιμένας λέγοντες »ἐγεννήθη ὑμῖν Χριστὸς κύριος σήμερον ἐν πόλει Δαυίδ«.
»καθήμενος ἀνὰ μέσον τῶν ἱερέων καὶ πρεσβυτέρων, ἐρωτῶν τε αὐτοὺς P155 καὶ ζητῶν μετ’ αὐτῶν«, καὶ »ἐξεπλήττοντο ἐπὶ τῷ λόγω τῆς χάριτος τῷ ἐκπορευομένῳ ἐκ τοῦ στόματος αὐτοῦ«.
ὡς γέγραπται ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ.
δὲ καὶ εὑροῦσα αὐτὸν ἔφη αὐτῷ »τί ἡμῖν ἐποίησας, τέκνον; ιδοὺ ἐγὼ καὶ ὁ πατήρ σου ὀδυνώμενοι ἐζητοῦμέν σε« ἐν τάξει γὰρ πατρὸς ὁ Ἰωσὴφ αὐτῷ ὑπῆρχεν, οὐ γὰρ ἦν αὐτοῦ πατὴρ κατὰ φύσιν).
θεοῦ τουτέστιν πατρὸς τοῦ ἰδίου ᾠκοδομήθη.
ἀπὸ προσώπου D127 Μαρίας ὅτι »ἐγὼ καὶ ὁ πατήρ σου ὀδυνώμενοι ἐζητοῦμέν σε«· πάλιν πῶς γράφει λέγων ἦν δὲ Ἰησοῦς ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσήφ«. ἐν δὲ τῷ εἰπεῖν »ὡς ἐνομίζετο« ἔδειξεν αὐτὸν μὴ εἶναι αὐτοῦ υἱόν, ἀλλὰ νομίζεσθαι.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.