πληρῶσαι τὸν νόμον καὶ τοὺς προφήτας, καὶ οὐ καταλῦσαι«, οὐ τὸν νόμον ἀλλότριον ἀποφῆ(??)αι, ἀλλὰ ἐξ αὐτοῦ μὲν δεδωρημένον ἓως δὲ αὐτοῦ ἐν τύποις μεμενηκότα, ὅπως ἐν αὐτῷ καὶ δι᾿ αὐτοῦ πάλιν ὅπερ ἐνέλιπεν ἐν τῷ νόμῳ πληρωθῇ, ἵνα οἱ τύποι εἰς πνευματικὴν τελείωσιν ἐλθόντες ἐν ἀληθείᾳ ὑπ’ αὐτοῦ τε καὶ τῶν αὐτοῦ ἀποστόλων
κηρυχθῶσιν, οὐκέτι ὄντες τύποι ἀλλὰ ἀλήθεια.
ἀποσταλεὶς ἄγγελος, ἵνα περιτομὴ γένηται, ἀλλὰ οὐδὲ τὸ αἷμα τῆς περιτομῆς φοβηθεὶς ἀπέστη, ἀλλὰ | ὑπομνήσεως χάριν τοῦ μέλλοντος 288 παιδίου τὸ αἷμα τῆς περιτομῆς ἱστᾶν *, ὅπερ ἀκούσας καὶ οἰκονομήσας ἀπέστη.
ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν«,
αὐτὸν υἱὸν ἄνωθεν δοθέντα αὐτὸν παιδίον γεννηθέντα.
δόξα τοῦ θεοῦ«, ἴνα δείξῃ περιτομὴν μὲν παρερχομένην τὴν ἔνσαρκον καὶ τύπῳ ὑπηρετήσασαν ἄχρι χρόνου, τὴν δὲ ἐν σαρκὶ ἀκροβυστίαν ἐν πνεύματι ἔχουσαν μείζονα περιτομήν, θεωροῦσαν Χριστὸν καὶ αὐτὸν έν ἀληθείᾳ κατειληφυῖαν.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.