τῶν κατὰ τὸν νόμον πεπολιτευμένων, P151 δι᾿ ἡς ἐξισοῦσθαι ἐκείνοις νομίζουσι· καὶ δῆτα ἀπ᾿ αὐτοῦ τοῦ Χριστοῦ τὴν σύστασιν ταύτης βούλονται φέρειν, ὡς καὶ οἱ περὶ Κήρινθον.
* καὶ ἴνα κατὰ πάντα τρόπον καταισχύνηται τῆς πλάνης τὰ σπέρματα· καθάπερ χαλινὸς τῇ θαλάσσῃ ἐκ θεοῦ ὁρισθείς, κλεῖθρα καὶ πύλαι, ψάμμος ὅριον θαλάσσῃ καὶ πρόσταγμα τό »ἕως τούτου 1 2 ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλὰ ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα« <ὥς> φησιν, οὕτω καὶ οὑτοι ἐν ἑαυτοῖς καταδαπανθήσονται.
πλάνη τυφλώττουσα τὸν νοῦν καὶ τὸν εὐσεβῆ λογισμὸν ἀποστρεφομένη προὔλαβε καθ’ ἑαυτῆς ὥσπερ κύματα ἐγείρειν. τὰ σχέτλια τῶν προαπαγγελλομένων αὐτῆς ὑπολήψεων ἑτέροις κύμασιν ἑαυτῆς σθυ- D122 κρούουσα καὶ ἐν ἑαυτῇ ἀεὶ συντριβομένη ἑαυτήν <τε> διαλύουσα, —
ἀπὸ τῆς κέρκου καὶ ἑαυτὸ βιβρῶσκον αὐτὸ ἑαυτοῦ ἀναλωτικὸν Ö286 γινόμενον.
ἑαυτὴν καταβεβρωκέναι ἱστοροῦσί τινες φυσιολόγοι κατὰ τὴν Αἰγυπτίων χώραν. ὅθεν καὶ ἁρμοδίως τὸ ὄνομα αὐτῇ ἐπέθεντο, διὰ τὴν κεφαλὴν τῆς Γοργόνος καὶ ταύτην ἀσπιδογοργόνα καλοῦντες.
σεμνύνονται.
συγχωρῶν κατὰ ἰδίαν εὐδοκίαν) παρεῖχεν ἂν τῷ ἀγύρτῃ τὴν περὶ τῆς περιτομῆς πιθανολογίαν. P152 ὀπότε δὲ ψιλὸν ἄνθρωπον αὐτὸν γεγενῆσθαι ἀπὸ ἀνθρώπων παρεισφέρει, οὐκέτι αἴτιός ἐστιν ὁ παῖς, εἰ καὶ τὴν ὀκταήμερον περιτομὴν περιετμήθη.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.