αὐτὸς λέγει περὶ ἑαυτοῦ ὅτι »Ἑβραῖος ἐξ Ἑβραίων, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν, κατὰ νόμον Φαρισαῖος, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων«·
καὶ Ἑβραῖος ἐξ Ἑβραίων‘.
καὶ ἀστήρικτοι διαστρέφουσι τῇ ἑαυτῶν ἀγνωσίᾳ‘;
τὰ εἰς ἑαυτῶν καταστροφὴν καὶ τῶν πειθομένων * οὕτως ἔχειν.
πόλεμος, καὶ αἰχμαλωτισθέντων καὶ † δοθέντων εἰς πολιορκίαν, οἱ μὲν αἰχμάλωτοι ἀρθέντες ἐπέμειναν ἔν τισι τόποις, οἱ δὲ ἀπὸ τῆς τοιαύτης αἰτίας ἀναχωρήσαντες κατῴκουν ἕκαστος ὅπου κατείληφεν.
ὅτι »καὶ εἰς Κιτιεῖς ἐὰν ἀπέλθῃς, οὔτε οὔτε ἐκεῖ σοι ἀνάπαυσις ἔσται«.
Μακκαβαίοις ὅτι »ἐξῆλθεν σπέρμα] ἐκ γῆς Κιτιέων«· καὶ γὰρ ἐκ σπέρματος τῶν Κιτιέων Ἀλέξανδρος ὁ Μακεδών.
ἐλέγοντο γὰρ καὶ ἑκάστης χώρας πατριῶται, ὡς καὶ αἱ θυγατέρες τοῦ Ἰοθὸρ τὴν ἀντίληψιν τοῦ Μωυσέως τῷ πατρὶ ἀπήγγειλαν, ὡς ἀποστήσας τοὺς ποιμένας ἐποτισεν αὐτῶν τὰ πρόβατα, καὶ πορευθεῖσαι περὶ τούτου ὑφηγοῦντο τῷ ἰδίῳ πατρί, τοῦ δὲ λέγοντος ὅτι »διὰ τί ἐταχύνατε σήμερον τοῦ ἐλθεῖν;«
»ἀνὴρ Αἰ/γύπτιος ἐρρύσατο ἡμᾶς ἀπὸ τῶν ποιμένων καὶ ἤντλησε καὶ 3 ἐπότισεν ἡμῶν τὰ θρέμματα«, καὶ εὐθὺς ὁ αὐτὸς ἔφη πρὸς αὐτάς »καὶ τί οὐκ ἠγάγετε αὐτὸν ὡδε, ἵνα φάγῃ ἄρτον;«
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.