λογήματα.
ἢ μόνον ἐν τῇ εὐχῇ τάδε λεγέτω«, καὶ αὐτὰ δῆθεν ἀπὸ ἙβραΪκῆς διαλέκτου μετενέγκας, ὡς ἀπὸ μέρους κατειλήφαμεν, οὐδὲν ὄντα τὰ παρ αὐτῷ φανταζόμενα. φάσκει γὰρ λέγειν »ἀβὰρ ἀνὶδ μωΐβ νωχιλὲ δαασὶμ ἀνὴ δαασὶμ νωχιλὲ μωΐβ ἀνὶδ ἀβὰρ σελάμ«, P43 ἅτινα ἑρμηνευόμενα ἔχει τὴν σαφήνειαν ταύτην·
πλάνη. εἰ δὲ ἓν ῥῆμα πρὸς ἓν θελήσει τις κατὰ λεπτολογίαν ἀκοῦσαι ἑρμηνευόμενον, καὶ τοῦτο οὐκ ἂν ὀκνήσαιμεν ποιῆσαι, ἀλλ᾿ εἰς καθῆκον κατὰ πάντα τῶν βουλομένων λεπτολόγως ἀκούειν αὐτὰ δὴ τὰ ῥήματα αὐτοῦ καὶ τὰς αὐτῶν ἑρμηνείας ἄντικρυς παραθησόμεθα, καὶ ἔστιν οὕτως· ἀβάρ, παρελθέτω· ἀνίδ, ταπείνωσις·
<τῶν> πατέρων μου· νωχιλέ, τῆς κατακρίσεως αὐτῶν· δαασίμ, καταπατήματος αὐτῶν· ἀνή, καὶ πόνου αὐτῶν· δαασίμ, καταπατήματι· νωχιλέ, ἐν κατακρίσει· μωΐβ, διὰ τῶν πατέρων μου· ἀνίδ, ἀπὸ ταπεινώσεως· ἀβάβ, παρελθούσης· σελάμ, ἐν ἀποστολῇ τελειώσεως.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.