ἀπαρνησιθεΐαν καὶ ὑπόκρισιν, βδελυρῶν θυσιῶν τῆς εἰδωλολατρείας 1 μετέχειν ἀπατᾶν τε τοὺς ἀκούοντας καὶ ἀρνεῖσθαι τὴν ἰδίαν πίστιν στόματι καὶ μὴ ἔχειν ἁμαρτίαν φάσκων· ὡς εἶναι ἀθεράπευτον τὸ αὐτῶν λάθος καὶ μὴ δυνάμενον διορθωθῆναι.
ἂν πιστεύσειε τὴν καρδίαν μὴ ἔχειν ἠπατημένην; ὁπότε διαρρήδην ἐκφωνεῖ ὁ θεῖος λόγος διδάσκων ἐν πνεύματι ἁγίῳ ὅτι »καρδίᾳ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν«.
αὐτοῦ δολερᾶς καὶ παραπεποιημένης συντάξεως τῆς βίβλου τῆς αὐτοῦ ληρῳδίας εἰ περὶ τοῦ D327 κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὑφηγήσατο· οὔτε γὰρ τοῦτο ὁρίζει, Χριστὸν δὲ ἁπλῶς λέγει, ὡς ἐξ ὧν κατειλήφαμεν τινὰ ἕτερον σημαίνων P 42 ἢ προσδοκῶν.
ἔχειν τὸ πρόσωπον ἐκ πάντων τῶν μερῶν, τοὺς μὲν ἀπὸ ἀνατολῶν εἰς δύσιν προσέχειν τῇ Ἱερουσαλήμ, τοὺς δὲ ἀπὸ δύσεως εἰς ἀνατολὴν τῇ αὐτῇ, τοὺς δὲ ἀπὸ ἄρκτοῦ εἰς μεσημβρίαν καὶ ἀπὸ μεσημβρίας εἰς ἄρκτον, ὡς πανταχόθεν τὸ πρόσωπον ἄντικρυς εἶναι τῆς Ἱερουσαλήμ.
θυσίας καὶ ἱερουργίας ὡς ἀλλοτρίας οὔσας θεοῦ καὶ μήτε ὅλως θεῷ ἐκ τῶν πατέρων καὶ τοῦ νόμου ποτὲ προσενεχθείσας κοὶ λέγει ἐκεῖ δεῖν εὔχεσθαι εἰς Ἱερουσαλήμ, ὅπου ἡν τὸ θυσιαστήριον καὶ αἱ θυσίαι, <ὁ> ἀρνούμενος τὴν παρὰ τοῖς Ἰουδαίοις σαρκοφαγίαν καὶ τὰ καὶ τὸ θυσιαστήριον τό τε πῦρ ὡς θεοῦ ἀλλότριον,
φωνὴν τοῦ ὓδατος.« καὶ πολλά ἐστι τὰ αὐτοῦ μυθολογήματα.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.