μένη μὲν τὴν τῶν Ἰουδαίων πολιτείαν κατὰ τὸ σαββατίζειν τε καὶ περιτέμνεσθαι καὶ τοῦ νόμου ποιεῖν τὰ πάντα· μόνον δὲ <τῷ> τὰς βίβλους <Μωυσέως> ὁμοίως τοῖς Νασαραίοις σχίσμα [δὲ] αὕτη, διαφερομένη πρὸς τὰς ἄλλας ἓξ τούτων τῶν ἑπτὰ αἱρέσεων.
τοῦ κυρίου σαφῶς λέγοντος ὅτι D329 »οἱ ἱερεῖς ἐν τῷ ἱερῷ βεβηλοῦσι τὸ σάββατον«.
Καὶ παρελεύσομαι καὶ ταύτην τὴν αἵρεσιν. συνῆπται γὰρ οὑτος πάλιν ὁ Ηλξαϊ τοῖς μετὰ τὸν Χριστὸν Ἐβιωναίοις, ἀλλὰ καὶ τοῖς Ναζωραίοις Ö 102 τοῖς μετέπειτα γεγονόσι.
ἐνέμειναν ἄχρι τῆς τοῦ P 44 Χριστοῦ παρουσίας καὶ μετὰ τὴν τοῦ Χριστοῦ ἔνσαρκον παρουσίαν ἄχρι τῆς τῶν Ἱεροσολύμων ἁλώσεως, ἥτις γέγονεν ὑπὸ Τίτου βασιλέως, ἀδελφοῦ Δομετιανοῦ υἱοῦ δὲ Οὐεσπασιανοῦ, ἐν τῷ δευτέρῳ ἔτει τῆς τοῦ πατρὸς αὐτοῦ Οὐεσπασιανοῦ βασιλείας.
αὐτὴ καὶ αἱ ἄλλαι ὀλίγῳ τῷ χρόνῳ φημιζόμεναι αἱρέσεις, Σαδδουκαίων φημὶ καὶ Γραμματέων, Φαρισαίων τε καὶ Ἡμεροβαπτιστῶν Ὀσσαίων τε καὶ Νασαραίων καὶ Ἡρῳδιανῶν, ἄχρις οὑ κατὰ καιρὸν καὶ κατὰ χρόνον ἑκάστη αὐτῶν διασκορπισθεῖσα διελύθη.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.