σαρκὶ συναπῆχθαι, καὶ τὰ τῆς σαρκὸς οὐκ ἐπιτελέσαντα, ἐπιτελέσαντα, εἰς τὴν τοῦ παντὸς σκεύους τοῦ ἰδίου ἀκολουθίαν, ⟨ἀγαθὴν⟩ ὁμοίως καὶ ἐσχηκότα καίτοιγε καὶ σάρκα οὐσαν ἀνθρωπίνην, ἀλλ’ ⟨ἐν⟩ οὐδενὶ πταίουσαν.
ἐπέχειν αὐτὸ ἀπὸ πάσης ἀχρειώδους πράξεως σαρκικῆς, ἠδύνατο· εἰ δὲ ἤθελεν, ἐνεδίδου. ἐνεδίδου δὲ εἰς τὰς εὐλόγους καὶ συμπρεπούσας D181 τῇ αὐτοῦ θεότητι σωματικὰς χρείας.
ἡμῖν ἔπραττεν ἢ ἐλογίζετο, ἀλλ’ ὡς θεὸς ἐν σαρκὶ ἁληθινῇ γενόμενος ἀπὸ παρθένου Μαρίας ἔπραττε * σαρκὶ καὶ ψυχῇ καὶ νῷ καὶ ὅλῳ τῷ σκεύει, ἐνδημήσας τῷ τῶν ἀνθρώπων γένει ἄνωθεν ἐκ πατρὸς ἐνυπόστατος θεὸς Λόγος.
δἰ εὐχὴν εἴρηται καὶ δῆλόν ἐστιν ⟨.ὄτι⟩ ἡ χρῆσις ⟨εἰς⟩ [τὸ δὲ] ὑπόδειγμα σαρκικῆς αὐτοῦ παρουσίας προεφήτευται· τὸ δέ »καὶ προέκοπτεν ἡλικίᾳ« ἐστὶν ἀληθές.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.