μὴ ὑπονοήσωμεν αὐτὸν ἁμαρτίαις ὑποπεσόντα; μὴ γένοιτο. »ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος έν τῷ στόματι αὐτοῦ.«
τὰ ὃλα κατεῖχε θεὸς ὣν μὴ μεριζόμενα πρὸς τὴν κακίαν, μὴ θρυπτόμενα ἀπὸ τοῦ πονηροῦ, μὴ ἀλισκόμενα ἐν τῇ ἡδονῇ, μὴ ὑποπίπτοντα τῷ τοῦ Αδὰμ παραπτώματι;
γενόμενος καὶ τὸ ὑπὸ νόμον δέ ἀμφοτέρων συναγόμενον τελειότητα σημαίνει καὶ ἀπάθειαν, ἐκ τοῦ γενόμενος τὸ εἶναι τέλειος καὶ ⟨ἐκ⟩ τοῦ 3 ὑπὸ νόμον τὸ μὴ δοκήσει καὶ ⟨ἐκ⟩ τοῦ σχήματι τῆς ἰδέας τὸ βέβαιον ἐκ τοῦ ὡς ἄνθρωπος τὸ ἀναμάρτητον.
πατρὸς ἀληθινῶς ⟨ἀληθινῶς⟩ ἐγεννήθη καὶ ἀπὸ Μαρίας, καὶ ἀληθεύει καὶ κάτω ἀληθεύει καὶ εἰ ἐστὶν κάτω ἀτελής, καὶ ἄνω ἀτελής. εἰ δὲ ἄνω ἐστὶ τέλειος, καὶ κάτω ἐστὶ τέλειος· οὐκ ἐν ἄλλῳ τελεἰῳ ᾤκησεν, ἀλλ᾿ εἰς ἑαυτὸν τὰ πάντα ἐτελείωσε.
καὶ ψυχὴν ἐν καταχθονίοις, μηκέτι ὑπὸ ἁφὴν ὑποπίπτων, μηκέτι ἐπεχόμενος, άλλ᾿ εἰσερχόμενος θυρῶν κεκλεισμένων, ψηλαφώμενος δὲ ὑπὸ τοῦ Θωμᾶ, ἳνα μὴ φαντασίᾳ ἀπεικασθῇ, ἀλλ᾿ ἀληθείᾳ·
ὁ αὐτὸς ἄνθρωπος, ὁ μὴ σύγχυσιν ἀπεργασάμενος, ἀλλὰ τὰ δύο κεράσας εἰς ἓν·
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.