σώματα σὺν ψυχαῖς· καὶ πάλιν εἴωθεν ή συνήθεια καλεῖν τὸν ἄνθρωπον ἀπὸ τοῦ ἑνὸς ὀνόματος, ὃτι δεσπότης ἐστὶν ὀγδοήκοντα σωμάτων. οὐ πάντως ἄνευ ψυχῶν.
ἄνευ ψυχῆς ὄντα διανοούμεθα.
σαφῶς γᾶρ ἡμῖν ὑποτίθεται ὁ θεῖος λόγος λέγων »ἰδοὺ συνήσει ό παῖς μου ό ἀγαπητός, ὃν ᾑρέτισα, ἐφ’ ὃν ηὐδόκησεν ἡ ψυχή μου, D180 θήσω ⟨ἐπ’ αὐτὸν⟩ τὸ πνεῦμά μου« καὶ τὰ εξῆς. ἀρα γοῦν τὸ συνιέναι ποῦ εἰ μὲν εἰς τὴν θεότητα, ἐνδεὴς ἆρα ἡ θεότης τοῦ συνιέναι; μὴ γένοιτο· τοῦτο γὰρ εἰς τὸν κυριακὸν ἄνθρωπον πληροῦται.
εἰ δὲ ἐπὶ τὸν κυριακὸν ἄνθρωπον πεπλήρωται, πῶς συνήσει ἐνανθρώπησις ἄνευ νοὸς ὑπάρχουσα; ἀδύνατον τοῦτο.
τὴν οἰκονομίαν ἐδέξατο, ἐπειδὴ αὐτῇ συμπρέπει τὸ συνιέναι.
ἠδύνατο· καὶ ἡλικίᾳ προέκοπτεν ἁδρυνομένου τοῦ παιδίου, ὡς ἔστιν ἀληθές.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.