παρὰ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, »ἐρευνῶν τὰ βάθη τοῦ θεοῦ«, ἀναγγέλλον τὰ τοῦ υἱοῦ ἐν κόσμῳ, ἁγιάζον ἁγίους διὰ τῆς τριάδος, τρίτον τῇ ὀνομασίαι ἐπειδὴ ἡ τριάς ἐστιν ⟨ὁ⟩ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα· »ἀπελθόντες« γάρ φησι »βαπτίσατε εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος‘), ἐπισφραγὶς τῆς χάριτος,
σύνδεσμος τῆς τριάδος, οὐκ ἀλλότριον τοῦ ἀριθμοῦ, οὐ διεστὼς τῆς ὀνομασίας, οὐ ξένον τῆς δωρεᾶς, ἀλλ’ εἷς θεὸς μία πίστις εἷς κύριος ἓν χάρισμα μία ἐκκλησία ἓν βάπτισμα.
διαιρέσεις διακονιῶν εἰσιν,ό δὲ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργηημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεός. ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι«.
ἅ κατειλήφαμεν.
ἐν χρόνῳ τινὶ πατὴρ οὐκ ἐκαλεῖτο, ἀλλὰ ἦν ἀεὶ πατὴρ καὶ ἦν ἀεὶ υἱός, οὐ συνάδελφος, ἀλλὰ υἱὸς γεννηθεὶς ἀνεκδιηγήτως καὶ ὀνομαζόμενος ἀκαταλήπτως, σὺν πατρὶ δὲ ὢν ἀεὶ καὶ μηδέποτε διαλείπων τοῦ εἶναι.
οὐ γεννητόν, οὐ κτιστόν, οὐ συνάδελφον οὐ πατράδελφον, οὐ προπάτορον οὐκ ἔκγονον, ἀλλ’ ἐκ τῆς αὐτῆς οὐσίας πατρὸς καὶ υἱοῦ πνεῦμα ἄλγιον. πνεῦμα γὰρ ὁ θεός‘.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.