ἀλλ’ ἀεὶ πίστευε πατέρα ἀίδιον ἀληθῶς γεννήσαντα υἱόν,
ἔξωθεν τοῦ πατρὸς γεννηθείς, ὥς τινες εἰρωνείᾳ φέρονται, θέσει θέλοντες εἶναιλλλ τὸν υἱὸν καὶ οὐκ ἀληθείᾳ.
υἱὸν καὶ ἐνυπόστατον τὸ πνεῦμα τὸ ἅγιον.
οὐ δύο υἱοί· μονογενὴς γὰρ εἰς ὁ υἱός, τὸ δὲ ἅγιον πνεῦμα πνεῦμα αἅγον, πνεῦμα θεοῦ, ἀεὶ ὂν σὺν πατρὶ καὶ υἱῷ, οὐκ ἀλλότριον θεοῦ, ἀπὸ δὲ θεοῦ ὄν, ἀπὸ πατρὸς ἐκπορευόμενον‘ καὶ τοῦ υἱοῦ λαμβά- νον‘.
ἐστι πατρὸς καὶ υἱοῦ, ἀλλὰ τριὰς ἀεὶ οὖσα τῆς αὐτῆς οὐσίας· οὐχ ἑτέρα οὐσία παρὰ τὴν θεότητα οὐδὲ ἑτέρα θεότης παρὰ τὴν οὐσίαν, ἀλλ’ ἡ αὐτὴ θεότης καὶ ἐκ τῆς αὐτῆς θεότητος ὁ υἱὸς καὶ τὸ ἅγιον πνευμα.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.