πνεῦμα τὸ ἄγιον ἐν προφήταις λαλοῦν »τάδε λέγει κύριος παντοκράτωρ« ⟨καί⟩ »ὁ λαλῶν ἐν τοῖς προφήταις κύριος‘, »ὁ στερεῶν καὶ κτίζων πνεῦμα«, βροντὴν μὲν τὴν ἐνηχουμένην ἀνθρώποις, κτίζων δὲ πνεῦμα εἰς ἐνέργειαν ὑετῶν ἀποστελλομένων ἀπὸ τοῦ θεοῦ τῇ τῇ.
καὶ κτίζων πνεῦμα«. ταῦτα γὰρ κτιστὰ ὑπάρχει· »ἀπαγγέλλων δὲ τὸν Χριστὸν αὐτοῦ τοῖς ἀνθρώποις« οὐκέτι κτίζων οὐκέτι στερεῶν, ἀλλ’ »ἀπαγγέλλων αὐτὸν τοῖς ἀνθρώποις«,
ἀεὶ ὄντα· »ὁ ὤν, γάρ φησιν, ἀπέσταλκέ με« φησὶν ὁ Μωυσῆς καὶ ὀ Ιωάννης »ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο«·
οὐκ ἠν γάρ ποτε καιρὸς ὅτε ὁ πατὴρ οὐκ ἠν πατήρ, οὐκ ἠν ποτὲ καιρὸς ὅτε [ὁ] υἱὸς οὐχ ὑπῆρχε πατρὶ τῷ μόνῳ. εἰ γὰρ ἠν ὅτε οὐκ ἠν πατήρ, ἄρα καὶ αὐτὸς ἦν υἱὸς ἑτέρου πατρὸς πρὸ τοῦ εἶναι αὐτὸν πατέρα τοῦ μονογενοῦς.
στιγμὴ χρόνου οὐκ ἄτομον ὥρας οὐ ῥιπὴ ὀφθαλμοῦ οὐ διανοίας μετέωρον ἐνδέχεται, ἀλλ’ ὅσον δἂν ἀναβῇ
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.