πατρὶ συνζευγνύμενος, ἵνα μὴ δύο θεοί.
μὴ ἀλλότριον νομισθείη πατρὸς μηδὲ υἱοῦ, ἀλλὰ τῆς αὐτῆς οὐσίας, τῆς αὐτῆς θεότητος, πνεῦμα θεῖον , »τὸ πνεῦμα τῆς ἀληθείας‘ «, τὸ πνεῦμα τοῦ θεοῦ, τὸ πνεῦμα τὸ παράκλητον, μονωνύμως καλούμενον, 4 μὴ ἔχον ἀντιπαράθεσιν , μὴ ἐξισούμενον ἑτέρω τινὶ πνεύματι, μὴ καλούμενον ὀνόματι υἱοῦ ἢ ὀνομαζόμενον ὀνομασίᾳ πατρός, ἴνα μὴ
τὰ μονώνυμα ὀνόματα ὁμώνυμα ὑπάρχῃ·
γάρ φησι »βαπτίσατε εἰς τὸ ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος«. εἰ δὲ βαπτίζει ὁ πατὴρ εἰς ὄνομα ἑαυτοῦ, εἰς ὄνομα θεοῦ, καὶ τελεία ἡ σφραγὶς ἐν ὀνόματι θεοῦ ἐσφραγισμένη ἐν ἡμῖν, καὶ βαπτίςει Χριστὸς εἰς ὄνομα ἑαυτοῦ, εἰς ὄνομα θεοῦ, καὶ τελεία ἡ σφραγὶς ἐν ὀνόματι θεοῦ ἐσφραγισμένη ἐν ἡμῖν, τίς τολμήσει
καταπολεμῆσαι τὴν ἑαυτοῦ ψυχήν, τὸ πνεῦμα ἀλλότριον τῆς θεότητος λέγων;
τῇ σφραγῖδι τῆς τελειότητος; ἄρα γοῦν εἰς βασιλικὸν ὄνομα ἐσφραγίσθημεν
5 ίσθημεν τὸ ἓν τὸ τοῦ πατρός, καὶ τὰ ἄλλα οὐ βασιλικά, * ἀλλ’ ἔτι στοιχείοις καὶ κτίσμασι δεδουλώμεθα , καὶ οὐκ ἠδύνατο μόνον τὸ ὄνομα τοῦ πατρὸς σῲζειν, ἀλλὰ προσελάβετο ἑαυτῷ κτίσας ἄλλα δύο στοιχεῖα κατὰ τὴν τῶν βλασφημούντων ὑπόνοιαν, ἴνα προσλάβῃ ἡ 6 7 αὐτοῦ θεότης καὶ ἄλλας δυνάμεις καὶ δυνηθῇ σῶσαι τὸν παρ’ αὐτοῦ σφραγζόμενον καὶ λύτρωσιν δι’ ἀφέσεως ἁμαρτημάτων λάβῃ ὁ παραὐτοῦ κτισθεὶς ἄνθρωπος.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.