γὰρ ταῖς λέξεσι κέχρηνται, τῷ φρονήματι δεινῶς κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ ἐστρατευμένοι, ἀλλότριον παντάπασι τῆς τοῦ πατρὸς θεότητος ἀπηρυθριασμένως δοξάζοντες. θέλων οὐν ἐγέννησεν ἢ μὴ θέλων;
τε ἄτομον καὶ ῥιπὴ ⟨ὀφθαλμοῦ ἤ⟩ πολλοστημόριον ὥρας εἴη, τὸ πολλοστημόριον χρόνου ἐστὶ σημαντικὸν πρὸ Λόγου καὶ πάλιν παρεμπίπτομεν τῷ λόγῳ αὐτῶν. καὶ ἐὰν εἴπωμεν ὅτι οὐ θέλων ἐγέννησεν, ἄρα ἀνάγκῃ φύσεως ἠκται τὸ θεῖον καὶ οὐκ ἐλευθεριότητι θελήματος.
παρὰ θεῷ γὰρ ταῦτα οὐκ ἕστιν. οὔτε θέλων τοίνυν ἐγέννησεν οὔτε μὴ θέλων, ἀλλ’ ὑπερβολῇ φύσεως. ὑπερβαίνει γὰρ ἡ θεία φύσις βουλὴν καὶ οὐχ ὑποπίπτει χρόνῳ οὔτε ἀνάγκῃ ἄγεται.
ὃ μηδέπω παρ' ἡμῶν πέπρακται· παρὰ δὲ θεῷ P56 πάντα τέλεια καὶ λεῖα καὶ πάντα ἐν αὐτῷ πεπλήρωται, καὶ ⟨οὔτε θέλων⟩ οὔτε μὴ θέλων ἐγέννησε τὸν ἐιδίως ὄντα, γεγεννημένον ἐξ αὐτοῦ ἅγιον Λόγον καὶ θεόν, ἀλλ’ ἐν τῇ ὑπερβολικῇ καὶ ἀφράστῳ αὐτοῦ φύσει.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.