ἐξ ἀνδρὸς καὶ γυναικός. τὸ ἀπὸ Μαρίας οὖν τί λέγεις; προσκυνεῖν τὸν σωτῆρα ἐν σώματι ἢ οὐ προσκυνεῖς; πῶς οὖν μὴ προσκυνήσω; ἐὰν ἐὰν μὴ προσκυνήσω, οὐκ ἔχω ζωήν. ἰδοὺ οὐν, κτίσμα προσκυνεῖς τὸ σῶμα. πολλὴ δὲ φρενοβλάβεια τῶν τὰ τοιαῦτα λεγόντων.
ἆρα ἡ πορφύρα προδκυνεῖται ἢ ὁ βασιλεύς; εὔδηλον ὅτι ὁ βασιλεύς. συμπροσκυνεῖται δὲ αὐτῷ καὶ ἡ πορφύρα φορουμένη· ἐκδυσαμένου δὲ ταύτην τοῦ βωασιλέως καὶ εἰς τόπον θεμένου οὐκέτι προσκυνεῖται ἡ πορφυρίς.
καὶ ἐν τῷ θρόνῳ, ἐξεγερθέντος δὲ τοῦ βασιλέως οὐδεὶς οὔτε τὸν ναὸν ναὸν τὸν θρόνον προσκυνεῖ. οὐδεὶς δὲ μεμηνὼς θέλων προσκυνῆσαι τὸν βασιλέα ἐν τῷ ναῷ αὐτοῦ ⟩ λέγει τῷ βασιλεῖ· ἔξελθε ἐκ τοῦ ναοῦ σου, ἵνα P55 σε προσκυνήσω.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.