πρόσκομμα τοῖς τὴν γνῶσιν θεοῦ μὴ κατειληφόσι συμβέβηκεν ,
τῷ λίθῳ τοῦ προσκόμματος ἀδιαφόρως προσκόπτουσι· »προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος καὶ ἐσκανδαλίσθησαν.
καὶ ἄλλοτε »εἰ ἠν ὁ ἄνθρωπος οὗτος ἐκ θεοῦ, οὐκ ἂν ἔλυε τὸ σάββατον‘. ἄρα οὐν τὴν θεότητα ἠγνόουν, ἄνθρωπον δὲ ψιλὸν 3 μόνον αὐτὸν ἐνόμιζον.
⟨σαρκὸς⟩ οἰκονομίαν, σφαλλόμενοι εἰς τὴν αὐτοῦ θεότητα ἔσφαλλε γὰρ αὐτοὺς ἡ διάνοια.
διὰ τὴν αὐτοῦ οἰκονομίαν τὰ προειρημένα ἀκούοντες, φιλῶς δὲ αὐτὰ νοοῦντες ταράσσονται καὶ προβάλλονται εἰς τὴν ἑαυτῶν καταστροφὴν τὰ εἰς τὴν ἡμῶν οἰκοδομὴν ⟨εἰρημένα⟩ καὶ φασίν· εἶπεν »ἐγὼ ἀπέρχομαι πρὸς τὸν θεόν μου καὶ θεὸν ὑμῶν καὶ πατέρα μου καὶ ὑμῶν«· ὑμῶν‘· ὁρᾷς ὅτι καὶ αὐτὸς ἴν ἐστι τῶν κτισμάτων,
βλασφημοῦντες τολμῶσι λέγειν. P33
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.