οὐ γὰρ λέγουσιν ἅγιος τέταρτον, ἱνα μὴ προσθῶσι ⟩ τῇ τῆς τριάδος ὀνομασίᾳ· οὐ λέγουσι δὶς τὸ ἅγιος, ἵνακ μὴ ἐλλιπὴς εἴη ἡ δόξα τῆς τελειότητος, ἀλλὰ τρίς, ἵνα πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ἐν τῇ αὐτῇ τιμῇ ἁγιάσωσι.
τριὰδα δοξάζοντες ὁμοῦ ἐν ἑνότητι καὶ ἐνότητα ἐν τριάδι.
ἐπὶ τὸν θεμέλιον προφητῶν τε καὶ ἀποστόλων‘, τοῦ εἰδέναι τὴν ἡμῶν οἰκοδομὴν στερεὰν οὐσαν ἐν ἀληθείᾳ καὶ τὸν ἡμῶν θεμέλιον ἀεὶ ὄντα καὶ μὴ ἀρξάμενον τοῦ εἶναι.
γὰρ ὁ ἀποκαλύψας ἑαυτὸν καὶ τὸν ἑαυτοῦ πατέρα καὶ τὸ ἅγιον πνεῦμα ἐπιμεμφόμενός τινας τῶν ἐν ἀγνωσίᾳ ἔλεγέν οὐκ οἴδατε τὰς γραφὰς οὐδὲ τὴν δύναμιν αὐτῶν« καὶ πάλιν ἀλλαχόθι »ὁ ἔχων ὠτα ἀκούειν ἀκουέτω« καὶ πάλιν »εἰ ᾔδεις τίς ἐστιν ὁ ζητῶν παρὰ σοῦ πιεῖν, σὺ ἂν ᾔτησας‘ τῇ Σαμαρείτιδι ἔλεγε, καὶ πάλιν »πὐκ
οἴδατε οἵου πνεύματός ἐστε«.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.