εἰκόνα ἡμετέραν καὶ καθ’ ὀμοίωσιν«, καὶ οὐκ εἶπε, ποιήσω ἄνθρωπον κατ’ εἰκόνα ἐμήν.
διεῖλέ τι τῆς ταυτότητος τοῦ πατρὸς πρὸς τὸν υἱόν. οὐ γὰρ εἶπε κατ' D 120 εἰκόνα ἐμὴν ἢ κατ' εἰκόνα σήν, άλλὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος πνεύματος μίαν οὐσίαν ἐδήλωσε καὶ θεότητα. φησὶ γάρ »κατ' εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν‘ , ὡς εἶναι μὲν μίαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος τὴν θεότητα,
ἄνθρωπον δὲ γεγονέναι κατ' εἰκόνα τῆς μιᾶς θεότητος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.
καὶ αὐτὸς ἐποίησεν, ὡς σαφῶς ἀποδέδεικται.
τῷ υἱῷ ὡς δούλῳ καὶ μὴ ὡς ἀληθινῷ δεσπότῃ. εἰ γὰρ δοῦλος ἦν καὶ οὐκ ἀληθινὸς δεσπόντης, πῶς μορφὴν δούλου ἀνέλαβεν ἐλθὼν ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων: πῶς δὲ ἐκένου ἑαυτόν, εἰ μὴ εἶχε τὸ τέλειον; ὡς θεῷ οὐν τελείῳ πρόσελθε τῷ υἱῶ καὶ ⟨ὡς⟩ υἱῷ ὄντι παρὰ πατρός. P 34
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.