θεοῦ, ἀλλ’ οὐ καταλαμβάνει«, διὰ τὸ μἠ προσκεῖσθαι τῷ ῥητῷ τὸν λόγον τοῦτον, ἀλλὰ μόνον εἰπεῖν τὸν ἀπόστολον »ἐρευνᾷ τὰ βάθη τοῦ θεοῦ«· καὶ οὐ πρόσκειται τὸ καταλαμβάνει.
πρᾶγμα ⟨μὴ⟩ προστιθεμένης τῆς λέξεως ταύτης;
ἢ τὸ πᾶν τῆς γνώσεως ἐν τῷ δοκιμάζειν ἀπεφήνατο; »ἐρευνῶν δὲ ταμιεῖα κοιλίας«, πάλιν οὐ πρόσκειται τὸ καταλαμβάνων. ἆρα, ἐὰν μὴ πρόσκειται τῷ ῥητῷ τὸ καταλαμβάνει, θάνατον ἐμαυτῷ προ- ξενήσω παραπλέξας τῷ ῥητῷ τὸ »οὐ καταλαμβάνει« κατὰ τὸν σὸν λόγον, ὦ ἀνόητε;
ὅτι ἐρευνᾷ καὶ οὐ χρεία ἦν εἰπεῖν ὅτι καὶ καταλαμβάνει. ἐπ αὐτοῦ ⟨γὰρ τοῦ⟩ λόγου δηλοῖ ὅτι ἔστιν ἐν τῷ πνεύματι τῷ ἁγίῳ ἡ γνῶσις τοῦ θεοῦ καὶ τῶν βαθέων τοῦ θεοῦ. κἄν τε μὴ εἴπῃ καταλαμβάνει, τὸ αὐτό μοι νόησον D105 καὶ μὴ τὴν ἑαυτοῦ ψυχὴν ἀπόλλυε. 1 2
ποιήσωμεν τὸν ἄνθρωπον« ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν«), σημαίνει πατρὸς φωνὴν συγκαλοῦσαν εἰς δημιουργίαν καὶ τὸ ποιήσωμεν λέγων οὐ μόνον εἴποιμι ἂν περὶ τοῦ υἱοῦ ⟨σημαίνει, ἀλλὰ⟩ καὶ ⟨περὶ τοῦ⟩ ἁγίου πνεύματος.
τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν‘. συνδημιουργεῖ τοίνυν ὁ Λόγος τῷ πατρί, συνδημιουργεῖ καὶ τὸ ἅγιον πνεῦμα.
νομίσῃ τι ἀπὸ θεοῦ κεκρύφθαι. αὐτὸς γὰρ οἶδε τὸν ἄν- θρωπον καὶ τὰ τοῦ ἀνθρώπου.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.