καὶ ἔτι τῶν δύο σχισμάτων,
Αὐδιανῶν, τῶν καὶ ⟨αὐτῶν⟩ σχίσμα ὄντων, ἀλλ’ οὐκ πίστιν ἐχόντων, μόνον ἰδιωτικῶς περὶ τοῦ κατ’ εἰκόνα φιλονεικούν- των, οὐ διὰ πίστιν ⟨δὲ⟩ ἀφηνιαζόντων καὶ ἑαυτοὺς ἀφοριζόντων διὰ τι ἕτερον, ἀλλὰ κατὰ ἐθελοακρότητα δικαιοσύνης δῆθεν, διὰ τὸ μὴ συγκοινωνεῖν ἐπισκόποις καὶ πρεσβυτέροις τοῖς χρυσὸν καὶ ἄργυρον
κεκτημένοις καὶ διὰ τὸ ποιεῖν τὸ πάσχα ἐν ᾡ καιρῷ Ἰουδαῖοι ποιοῦσι, καὶ σχιζόντων ἑαυτοὺς τούτων χάριν καὶ ἀπαλλοτριούντων τῆς ἑνώσεως τῆς ὀρθοδόξου ἐκκλησίας.
καταλείφοντες γὰρ τὴν ἀλήθειαν ἐπὶ πολλὰς τρίβους ἐβάδισαν, ἄλλοτε ἄλλως καὶ ἄλλα διανοούμενοι.
πῶς τὰ βάθη τοῦ θεοῦ ἐρευνᾷ;
ἀπὸ τῆς τοῦ θεοῦ χάριτος καὶ οὐ τὸν υἱὸν ἀπὸ πατρὸς οὐδὲ τὸ πνεῦμα τὸ ἅγιον ἀπὸ πατρὸς καὶ υἱοῦ.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.