τούτου ἀκαταληψίαν τοῖς αὐτοῦ ὑποδεικνύει.
πνεύματι ἁγίῳ, μὴ ἔστι τι ἐν τῷ πατρί, ὅπερ οὐκ ἔστιν ἐν τῇ θεό- τητι τοῦ υἱοῦ. * »ὡς γὰρ ἔχει ὁ πατὴρ ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔχει ὁ υἱὸς ςωὴν ἐν ἑαυτῷ« καί πάντα D106 τὰ τοῦ πατρός μου ἐμά ἐστι« φησὶν ὁ αὐτὸς τοῦ θεοῦ ἅγιος Λόγος.
πατρός ἐστι, τοῦτο καὶ τοῦ υἱοῦ· τὸ φῶς τοῦ πατρός, δηλονότι καὶ τοῦ υἱοῦ· τὸ ἀθάνατον τοῦ πατρός, ὡσαύτως καὶ τοῦ υἱοῦ· τὸ ἀκα- τάληπτον τοῦ πατρὸς καὶ τοῦ υἱοῦ.
ὦ ἀγαπητέ, — ἀγαπητὸν γάρ σε καλῶ· οὐδένα γὰρ μισῶ ἢ μόνον τὸν διόβολον καὶ τὰ ἔργα τοῦ διαβόλου καὶ τὴν κακοσιτίαν· ἐπὶ σοὶ δὲ εὔχομαι, ἕνα ἔλθῃς εἰς τὴν τοῦ θεοῦ ἀλήθειαν καὶ μὴ σεαυτὸν ἀπολέσῃς ἐν τῇ εἰς θεὸν βλασφημίᾳ.
»ᾡ μὲν γάρ« φησί »δίδοται λόγος σοφίας, ᾡ δὲ λόγος· διδασκαλίας« καὶ τὰ ἑξῆς, τὸ δὲ αὐτὸ πνεῦμα τὸ διαιροῦν ἐκάοντο ὡς βού- λεται«, ἵνα σοι δείξῃ καὶ τὴν τοῦ ἁγίου πνεύματος αὐθεντίαν.
τὸν υἱόν, ἵνα ἀποκαλύψῃ σοι τὸν πατέρα, καὶ πάλιν παρακάλεσον τὸν ποτέρα, ἵνα σοι δῷ τὸν υἱὸν καὶ ἀποκαλύψῃ σοι τὸ ἅγιον πνεῦμα καὶ δῲη σοὶ αὐτὸ ἔχειν ἐν σοί, ἕνα δοθὲν ἐν σοὶ ⟨τὸ⟩ ἅγιον πνεῦμα ἀποκαλύψῃ σοι τὴν πᾶσαν γνῶσιν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἕνα μάθῃς ὅτι ἐν τῷ υἱῷ οὐκ ἔνι οὐδεμία ἀγνωσία
οὐδὲ έν τῷ ἁγίῳ πνεύματι.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.