τὸν θάνατον ἀναβιώσεως αὐτοῦ τὸ μέγα θαῦμα. μετὰ δὲ τὴν τούτων θεωρίαν τὰς πάντων πόντων δι' πιστωσόμεθα μαρτυ- ριῶν.
δυνάμεως διεπράξατο. εἰ μὲν οὖν ἄλλως πως μετὰ τὰς ἐν ἀνθρῶποις διατριβὰς ἀφανὴς γεγονὼς ἐξαίφνης ἀπέπτη, ὑποκλέψας γάθρα τὸν ἑρμηνέα καὶ τὸ οἰκεῖον ἄγαλμα φυγῇ τὸν θάνατον διαδρᾶναι σπουδάσας, κἄπειτά που τὸ θνητὸν αὐτὸς δι' ἑαυτοῦ φθορᾷ καὶ ἀπωλείᾳ συμψήσας, φάσματι ἂν ἐᾠκει τοῖς πᾶσι καὶ οὔτ' ἂν αὐτὸς
αὐτῷ τὰ πρέποντα διεπράξατο. ζωὴ μὲν τυγχάνων καὶ θεοῦ λόγος καὶ θεοῦ δύναμις· φθορᾷ δὲ καὶ ἀπωλείᾳ τὸν αὐτὸς αὐτοῦ παραδοὺς ἑρμηνέα,
ἂν τῆς μετὰ τὸν θάνατον παρὰ θεῷ ζωῆς τὴν ἐλπίδα τις τὴν αὐτοῦ διδασκαλίαν μετιοῦσι παρεστήσατο, οὕτ' ἂν τῶν αὐτοῦ λόγων τὰς ἐπαγγελίας ἐπλήρου, οὔτ’ ἂν ταῖς προφητικαῖς περὶ αὐτοῦ προρρήσεσι σύμφωνα παρεῖχε τὰ ἀποτελέσματα, οὔτ' ἂν τὸν ὕστατον ἀπάντων ἀγῶνα διῆλθεν· οὗτος δ’ ἦν ὁ κατὰ τοῦ θανάτου.
τὴν τοῦ βίου καταστροφήν, ἢ θανάτου ἑωυτὸν κρείττονα ἀποφῆναι θεϊκῇ δυνάμει τὸ θνητὸν ἀθάνατον παραστησάμενον, τὸ μὲν πρῶτον ἀνοίκειον ἦν τῆς ἐπαγγελίας. οὐ οὐ γὰρ πυρὸς οἰκεῖον τὸ ψύχειν, οὐδὲ ·φωτὸς τὸ σκοτίζειν· οὕτως οὐδὲ ςωῆς τὸ θανατοῦν, οὐδὲ Μου λόγου τὸ παραλόγως ἐνεργεῖν. ποῖον οὖν οὖν λόγον τὸν
ἑτέροις ζωὴν ἐπαγγελλόμενον τὸ οἰκεῖον ὄργανον φθειρόμενον παριδεῖν ἀπωλείᾳ τε παραδοῦναι τὸ αὐτοῦ ἄγαλμα, καὶ τὸν τῆς θεότη- τος αὐτοῦ ἑρμηνέα θανάτῳ λυμήνασθαι τὸν τοῖς πρόσφυξιν ἀθανα- σίαν προμνώμενον;
λαθραίως ἄρα καὶ κλοπιμαίως ἢ τοῖς πᾶσιν ἀριπρεπῶς καὶ καὶ ἀριδήλως; ἀλλὰ σκότιον μὲν καὶ κρυφαῖον αὐτῷ πραχθὲν τὸ κατόρθωμα μηδενί τε γνωσθὲν οὐδένα ’ν ὤνησεν· βοηθὲν δὲ καὶ ἀκουσθὲν εἰς ἅπαντας τοῖς πᾶσι τὴν ἐκ τοῦ θαύματος παρεῖχεν ὠφέλειαν. εἰκότως ἄρα, ἐπειδὴ ἐχρῆν τὸ αὐτοῦ ὄργανον κρεῖττον θανάτου φῆναι καὶ
τοῦτο πρᾶξαι μὴ εἰς τὸ λεληθὸς ἀλλ' ἐπ' ὄψεσιν ἀνθρώπων, οὐ
δὲ εἴ τις ἄκαυστον ἡμῖν καὶ πυρὸς κρεῖττον οκεῦός τι δεῖξαι ἀθέλησεν, οὐκ ἂν ἄλλως τὸ θαῦμα παρεστήσατο ἢ τῷ πυρὶ παραδοὺς τὸ μετὰ χεῖρας κἄπειτα αὐτὸ σῶον καὶ ἀδιάφθορον τοῦ πυρὸς ἐξελών, κατὰ ταῦτα δὴ καὶ ὁ τῶν ὅλων ζωοποιὸς τοῦ θεοῦ λόγος τὸ θνητὸν ὄργανον, ᾧ πρὸς ἀνθρώπων κέχρητο σωτηρίαν, κρεῖττον θανάτου
δεῖξαι βουληθεὶς κοινωνόν τε ἀποφῆναι τῆς οἰκείας ζωῆς τε καὶ ἀθανασίας, εὐ μάλα χρησίμην ὑπῄει τὴν οἰκονομίαν, τὸ μὲν σῶμα πρὸς βραχὺ καταλιπὼν καὶ τὸ θνητὸν τῷ θανάτῳ παραδίδους εἰς ἔλεγχον τῆς οἰκείας φύσεως, εἶτ' οὐκ εἰς μακρὸν αὐτὸ τοῦ θανάτου πάλιν ὑφαιρούμενος, εἰς παράστασιν τῆς ἐνθέου δυνάμεως, δί ἡς
παντὸς θανάτου κρείττονα τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν ζωὴν ἀίδιον ἔφαινεν.
κρείττονας εἶναι θανάτου παρασκευάζων , εἰκότως τοῦτ' αὐτοῖς ὁρᾶν ὀφθαλμοῖς παρεῖχεν· ἐχρῆν γὰρ τοὺς μέλλοντας εὐσεβῆ μετιέναι βίον τοῦτο πρῶτον πάντων ἀναγκαιότατον μάθημα δἱ ἐναργοῦς ὄφεως παραλαβεῖν, καὶ πολὺ μᾶλλον ἐκείνους τοὺς εἰς ἅπασαν τὴν οἰκουμένην μέλλοντας αὐτὸν ὅσον οὕπω κηρύττειν καὶ τὴν τὴν αὐτοῦ
πᾶσι τοῖς ἔθενσι προβληθεῖσαν θεογνωσίαν εἰς πάντας καταγγέλλειν ἀνθρώπους.
θανάτου δυναστείας, οὐ ῥηματίοις καὶ φωναῖς παρεδίδου τὸ μάθημα, οὐδὲ λόγιος ὁμοίως ἀνθρωπίνοις τὸν περὶ ψυχῆς ἀθανασίας πιθανῶς καὶ ἐξ εἰκότων συντάττων, αὐτῷ δὲ ἔργῳ τὰ κατὰ τοῦ θανάτου ἐπεδείκνυ αὐτοῖς τρόπαια.
φοβερὸν τοῖς πᾶσι θάνατον τοῖς αὐτοῦ φοιτηταῖς τὸ μηδὲν ὄντα ἐδείκνυ, καὶ τὴν ἐπηγγελμένην πρὸς αὐτοῦ ζωὴν τοῖς αὐτῶν ἀφθαλμοῖς δέ ἐναργοῦς ὄψεως παρίστη, ἀπαρχὴν τῆς κοινῆς ἡμῶν ἐλπίδος ζωῆς τε τῆς παρὰ θεῷ καὶ ἀθανασίας αὐτὴν ἐκείνην πεποιημένος.
τοῦ θεοῦ λόγος, κρείττονα θανάτου φύσιν ἀνθρώποις δεικνύς, καὶ τὸ μὲν θνητὸν μετὰ τὴν λύσιν ἐπὶ τὴν δευτέραν ζωὴν ἄγων, τρόπαιον δὲ ἀθανασίας κατὰ τοῦ θανάτου τοῖς πᾶσι παρέχων ὁρᾶν. καὶ μόνον τοῦτον ἐν θανάτῳ θεὸν ἀληθῆ εἶναι διδάσκων ὁμολογεῖν τὸν τὰ βραβεῖα τῆς κατὰ τοῦ θανάτου νίκης ἀναδησάμενον.
ἡμῶν, ὑπὲρ τοῦ τῶν ἀνθρώπων γένους σφαγιασθέντος καὶ πάντων Μνῶν τῶν πρὶν ἀσεβείᾳ δαιμονικῆς πλάνης ἐνεσχημένων ἀντίψυχον ἀνενεχθέντος, πᾶσα λοιπὸν ἡ τῶν ἀνάγνων καὶ ἀνιέρων δαιμόνων
νάτῳ παραβεβλημένον σφάγιον, περὶ οὗ λόγων ἱερῶν βοῶσι φωναί, τοτὲ μὲν ὧδέ πη λέrουσαι· „ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,“ τοτὲ δὲ ὧδε προαναφωνοῦσαι· „ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφω- νος,ι“ καὶ τό γε αἴτιον διδάσκουσιν ἐπιλέγουσαί· „οὗτος τὰς ἁμαρ-
τίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει, αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ᾿ αὐτόν. τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν· παιδεία εἰρήνης ἡμῶν ἐπ᾿ αὐτόν. τῷ μώλωπι αὐτοῦ ἡμεῖς
ἐπλανήθη. καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.“
τοῦ θανάτου, καὶ τοῦτο τῷ πατρὶ τῆς κοινῆς ἡμῶν σωτηρίας τὴν ἀπαρχὴν παρίστη, τρόπαιον ἐπινίκιον κατὰ τοῦ θανάτου καὶ τῆς δαιμονικῆς παρατάξεως τῶν τε πάλαι συντελουμένων ἀνθρωποθυσιῶν ἀποτρόπαιον τοῦτο ὑπὲρ πάντων ἀνθρώπων ἀνεγείρας.
De Laudibus Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.