ἄλλως τε οὐ δυναμένοις ἢ μὴ βουλομένοις τὸν τῶν ἀπάντων γενεσιουργόν τε καὶ ποιητὴν ἐποπτεύειν, ἢ δέ ἀνθρωπείου σχήματός τε καὶ εἴδους ἑαυτὴν ἔφηνεν;
τῇ τῶν ὁρωμένων αἰσθήσει, ἐν ἀγάλμασί τε καὶ ξοάνων ἀψύχων γλυφαῖς θεοὺς ἀναζητοῦσιν, ἐν ὕλῃ τε καὶ σώμασιν τὸ θεῖον εἶναι φανταζομένοις, θνητούς τε ἄνδρας τὴν φύσιν θεοὺς ἀναγορεύουσιν, καὶ ταύτῃ πη ἑαυτὸν ὁ τοῦ θεοῦ λόγος ἐδείκνυ.
αἰσθητικὸν οἰκητήριον, ἄγαλμα σεμνὸν καὶ πανίερον, ξοάνου παντὸς ἀψύχου προτιμότερον. τὸ μὲν γὰρ ἐξ ὕλης ἀψύχου δείκηλον,
ἀρετῆς ἔμπλεων, ἄγαλμα Μου λόγου οἰκητήριον νεώς τε ἅηιος θεοῦ.
ἡλίου φωτὸς πάθοιεν ἄν τι ἀκτῖνες, τὰ πάντα πληροῦσαι καὶ μάτων νεκρῶν καὶ οὐ καθαρῶν ἐφαπτόμεναι, ταύτῃ πολὺ πλέον ἡ ἀσώματος τοῦ θεοῦ λόγου δύναμις οὔτ’ ἂν πάθοι τι τὴν οὐσίαν ἂν βλαβείη οὐδ' ἂν χείρων ποτὲ ἑαυτῆς γένοιτο, σώματος ἀσωμάτως επαφωμενη.
χορδῶν, παραδίδωσιν, καὶ τοῦθ’ Ἑλλήνων ᾄδεται χορῷ, καὶ πιστεύεται ἄψυχος λύρα τιθασεύειν τοὺς θῆρας καὶ δὴ καὶ τὰ δένδρα τὰς φηγοὺς μεταβάλλειν μουσικῇ εἴκοντα. τοιγαροῦν ὁ πάνσοφος καὶ παναρμόνιος τοῦ θεοῦ λόγος ψυχαῖς ἀνθρώπων πολυτρόποις κακίαις ὑποβεβλημέναις παντοίας θεραπείας προβαλλόμενος, μουσικὸν
ὄργανον χερσὶ λαβών, αὐτοῦ ποίημα σοφίας, τὸν ἄνθρωπον, ᾠδὰς καὶ ἐπῳδὰς διὰ τούτου λογικοῖς ἀλλ’ οὐκ ἀλόγοις θηρσὶω ἀνεκρούετο. πάντα τρόπον ἀνήμερον Ἑλλήνων τε καὶ βαρβάρων πάθη τε ἄγρια καὶ θηριώδη ψυχῶν τοῖς τῆς ἐνθέου διδασκαλίας φαρμάκοις ἐξιώμενος, καὶ νοσούσαις γε ψυχαῖς ταῖς τὸ θεῖον ἐν γενέσει καὶ σώμασιν
ἀναζητούσαις οἷά τις ἰατρῶν ἄριστος συγγενεῖ καὶ καταλλήλῳ βοηθήματι θεὸν έν ἀνθρώπῳ παρίοτη.
τοῦ παντὸς κεκωλυμένος.
παραποδιζόμενος, ἀλλὰ τὰ μὲν ἐξ αὐτοῦ παραδιδοὺς τῷ ἀνθρώπῳ τὰ δ' ἐκ τοῦ θνητοῦ μὴ ἀντιλαμβάνων, καὶ τῆς μὲν ἐνθέου δυνάμεως τῷ θνητῷ χορηγῶν τῆς δ' ἐκ τοῦ θνητοῦ μετουσίας μὴ ἀντ- επαρυόμενος.
ἐπεὶ μηδὲ τῆς λύρας εἰ οὕτω τύχόι κοπτομένης ἢ τῶν χορ- δῶν διασπωμένων πάσχειν εἰκὸς τὸν ἀνακρουόμενον, οὐδέ γε σοφοῦ τινος ἀνδρὸς τιμωρουμένου σώματος τὴν ἐν τῷ σοφῷ σοφίαν ἢ τὴν ἐν τῷ σώματι ψυχὴν κόπτεσθαι ἢ κάεσθαι φαίημεν ἂν εἰκότως.
τῶν τοῦ σώματος παθῶν ἀποφέρεσθαι φάναι εὔλογον, ὅτι μηδὲ τὸ τοῦ φωτὸς ἡμῖν ὑπόδειγμα χραίνεσθαι τὰς ἡλιακὰς ἀκτῖνας ἐπὶ γῆς οὐρανόθεν ἐκπεμπομένας πηλοῦ τε καὶ βορβόρου καὶ μιασμοῦ παντὸς ἐφαπτομένας συνεχώρει· φωτίζεσθαι μὲν γὰρ καὶ ταῦτα ἐκ τῶν τοῦ φωτὸς αὐγῶν οὐδὲν ἂν κωλύοι λέγειν, τὸ δέ γε μὴν φῶς οὐκέτι
πηλοῦσθαι οὐδὲ τὸν ἥλιον μολύνεσθαι ἐκ τῆς τῶν σωμάτων ἐπιμιξίας.
ἡμᾶς ὁμοιοπάθειαν ὑποδεικνύς, τότε δὲ τὸν θεὸν λόγον ὑποφαίνων, μεγαλουργῶν καὶ παραδοξοποιῶν ὡς θεός, καὶ τῶν μελλόντων ἔσεσθαι προαναφωνῶν τὰς προρρήσεις, καὶ τὸν μὴ τοῖς πολλοῖς ὁρώμενον θεοῦ λόγον τοῖς ἔργοις αὐτοῖς ἐπιδεικνύμενος ἐν τεραστίαις πράξεσι, θαύμασί τε καὶ σημείοις καὶ παραδόξοις δυνάμεσι, ναὶ μὴν καὶ διδασκαλίαις
ἐνθέοις ἄνω πρὸς τὸν ὑπερουράνιον τόπον τὰς ψυχὰς παρα- σκευάζεσθαι προαγούσαις.
De Laudibus Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.