δὴ τὸ πάντων αἵτιον ἐπέκεινα πάσης καταλήψεως εἶναί φησιν· διὸ δὴ ἄρρητον καὶ ἄλεκτον καὶ ἀνωνόμαστον καὶ φωνῆς οὐ μόνον ἀλλὰ καὶ ἐννοίας ἁπάσης ὑπέρτερον εἶναι, οὐκ ἐν τόπῳ περιληπτόν οὐκ ἐν σώμασιν ὅν, οὐκ ἐν οὐρανῷ οὐκ ἐν αἰθέρι οὐδ' ἒν τινι μέρει τοῦ παντός, ἀλλὰ πάντη καὶ πάντων ἐκτὸς ἐν ἀπορρήτῳ
γνώσεως τεταμιευμένον. τοῦτον μόνον ἀληθῆ θεὸν εἰδέναι τὰ θεῖα λόγια παιδεύει, πάσης κεχωρισμένον σωματικῆς οὐσίας, πάσης ἀλλοτριον ὑπηρετικῆς οἰκονομίας· διὸ δὴ ἐξ αὐτοῦ τὸ πᾶν, οὐ μὴν δι αὐτοῦ φῦναι παραδέδοται.
παντὸς μόνῃ τῇ θελητικῇ δυνάμει νομοθετεῖ καὶ διατάττεται· θέλον- 1 2 τος γὰρ ἐστιν ὅ τι καὶ ἔστιν, καὶ μὴ θέλοντος οὐκ ἔστιν, θέλει δὲ ἀγαθὰ πάντα, ὅτι δὴ καὶ αὐτοαγαθὸν τὴν οὐσίαν τυγχάνει. ὁ δέ, δἰ οὗ τὰ πάντα, θεοῦ λόγος ἄνωθεν ἐξ ἀγαθοῦ πατρὸς ὡς ἐξ ἀενάου καὶ ἀπείρου πηγῆς ἀνομβρῶν λόγοις ἀρρήτοις ποταμοῦ δίκην πρόεισιν,
ὅλος πλημμυρῶν ἐς τὸ κοινὸν τῆς τοῦ παντὸς σωτηρίας.
αὐτοῦ πρόεισι μονογενής, οἷα πατρὸς ἐξ ἀδύτου μυχοῦ γεγεννημένος, ἀρρήτῳ λόγῳ καὶ δυνάμει ἀκατονομάστῳ ὃς δὴ καὶ πρῶτος τῶν πατρικῶν τοῖς πᾶσι καθίσταται νοημάτων ἄγγελος εἰς φανερόν τε κηρύττει τὰ ἐν ἀπορρήτοις τῷ πατρὶ βεβουλευμένα, ἔργοις τε ἀπιτέλεῖ τὰ βουλεύματα προϊὼν εἰς τὰς πάντων ἀκοάς,
ἐκ τοῦ λόγου μεταλαμβάνουσιν ὠφελείας, τὸν δ' ἀφανῆ καὶ ἀόρατον νοῦν τὸν δὴ τοῦ λόγου πατέρα οὐδεὶς πώποτε εἶδεν ὀφθαλμοῖς· κατὰ τὰ αὐτὰ δή μᾶλλον δὲ ἐπέκεινα πάσης εἰκόνος τε καὶ παραδείγματος ὁ τοῦ παμβασιλέως θεοῦ τέλειος λόγος, οἷα μονογενὴς πατρὸς υἱός, οὐ προφορικῇ δυνάμει συνεστώς, οὐδ’ ἐκ συλλαβῶν ὀνομάτων τε καὶ
ῥημάτων τὴν φύσιν κατεσκευασμένος, οὐδ’ έν φωνῇ δἰ ἀέρος πληττο- μένῃ σημαινόμενος, θεοῦ δὲ τοῦ ἐπὶ πάντων ζῶν καὶ ἐνεργὴς ὑπάρχων λόγος, κατ' οὐσίαν τε ὑφεστὼς οἷα θεοῦ δύναμις καὶ θεοῦ σοφία, πρόεισι μὲν τῆς πατρικῆς θεότητός τε καὶ βασιλείας, ἀγαθοῦ δὲ πατρὸς ἀγαθὸν τυγχάνων γέννημα κοινός τε ἁπάντων σωτὴρ ἐποχετεύει
τὰ σύμπαντα, ζωῆς καὶ λόγου καὶ σοφίας καὶ φωτὸς καὶ πάν- των ἀγαθῶν ἐκ τοῦ οἰκείου πληρώματος τοῖς πᾶσιν ἐπιλιμνάζων. ἄρδει τε οὐ τὰ προσεχῆ μόνον καὶ ἐγγυτάτω, ἀλλὰ καὶ τὰ πόρρω διεστῶτα κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ εἴ τις ἑτέρα τούτων ἐν
διατριβὰς, τοῖς δ' ἀέρα, τοῖς δὲ γῆν ἀφορίζων. κἄπειτα μεθιστῶν ἐνθένδε πάλιν ἀλλαχόσε, διακρίνων τε εὖ μάλα τοὺς ἑκάστων βίους ἤθη τε καὶ τρόπων διαφορὰν ἀμειβόμενος, ζωῆς τε καὶ τροφῆς οὐ λογικῶν μόνον ἀλλὰ καὶ ζώων ἀλόγων ἐπὶ χρήσει τῶν λογικῶν ἐπιμελόμενος,
τοῖς δ’ ἀθανάτου μετουσίαν παρέχων· πάντα τε αὐτὸς οἷα θεοῦ λόγος ἐνεργεῖ, τοῖς πᾶσιν ἐπιπαρὼν καὶ τὰ πάντα λογικῇ δυνάμει ἐπιπορευό- μενος, ἄνω τε πρὸς τὸν αὐτοῦ πατέρα βλέπων τοῖς ἐκείνου νεύμασι τὰ κάτω καὶ μετ' αὐτὸν ἀκολούθως οἷα κοινὸς ἁπάντων σωτὴρ διαδυβερνᾷ, μεσεύων ἁμηγέπη καὶ συνάγων πρὸς τὸν ἀγέννητον τὴν
γεννητὴν οὐσίαν.
λόγος· ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος· πάντα δἰ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐrένετο οὐδὲ ἓν ὅ γέονε" θεολόγων ἀνδρῶν ἱεραὶ διδάσκουσι φωναί· οὗτος ὁ κοινὸς ἁπάντων φυτουργός, δι' ὃν ἡ τῶν ὅλων οὐσία φύει καὶ θάλλει, ὀμβρήμασι τοῖς ἐξ αὐτοῦ διὰ παντὸς ἀρδομένη, νεαράν τε
εἰς ἀεὶ τὴν ἀκμὴν καὶ τὴν ὥραν περικαλλῆ τοῦ παντὸς παρεχομένη.
ρήσατο, ἅτε ψυχὴν ἀψύχῳ σώματι, τῇ τῶν σωμάτων ἀλόγῳ φύσει τὸν αὐτοῦ λόγον ἐμβαλών, καὶ τὴν ἄμορφον καὶ ἀνείδεον ἄψυχόν τε
ἕνα μὲν τὴν οὐσίαν, ὡς ἂν ἐξ ἑνὸς ὄντα πατρός, πολλὰς δὲ τὰς ἐν αὐτῷ κεκτημένον δυνάμεις.
ἀνδρῶν παῖδες πλάνην ἐπλανήθησαν τὰ μέρη τοῦ παντὸς θεοποιήσαντες καὶ τὸν ἕνα κόσμον εἰς πολλὰ διελόντες,
τὰ λοιπὰ κατακερματίσας μέλη, τάς τε τῶν αἰσθητηρίων δυνάμεις καταδιελὼν τῷ λόγῳ παμπόλλους λέγοι εἶναι ἀνθρώπους τὸν ἕνα, πλεῖον οὐδὲν ἢ μωρίας γέλωτα παρὰ τοῖς ἔμφροσιν ὀφλισκάνων. τοιοῦτος ἂν εἴη καὶ ὁ μυρίους ἑαυτῷ θεοὺς ἐξ ἑνὸς κόσμου μερῶν ὑφιστάμενος, ἢ καὶ αὐτὸν εἶναι θεὸν τὸν γεν ν
κόσμον πολλῶν ἐκ μερῶν ὑφεστῶτα νομίζων καὶ οὐκ εἰδὼς ὅτι θεία φύσις οὐκ ἄν ποτε ἐκ μερῶν συσταίη· εἰ δὲ σύνθετος γένοιτο, καὶ ἑτέρου δέοιτο ἂν τοῦ συνθήσοντος αὐτὴν· οὐδ' αὖ πολυμερὴς οὐσα ὑπάρχοι ἂν θεία· πῶς γάρ; ἐξ ἀνομοίων διαφορῶν, χειρόνων τε καὶ ἀμεινόνων ὑφεστῶσα. ἁπλῆ δὲ καὶ ἀμερὴς καὶ ἀσύνθετος οὖσα,
πάσης ἐπέκεινα τυγχάνει τῆς ὁρωμένης τοῦ κόσμου διατάξεως.
αἴτιον οὐκ ἐπιγράψεται· διὸ δὴ καὶ μόνος θεὸς αὐτός, μονογενὴς δ' ἐξ αὐτοῦ πρόεισιν ὁ τῶν ὅλων σωτήρ, θεοῦ λόγος εἷς, ὁ διὰ πάντων. ὁ μὲν οὖν αἰσθητὸς κόσμος, οἷά τις πολύχορδος λύρα ἐξ ἀνομοίων συνεστῶσα χορδῶν, ὀξειῶν τε καὶ βαρειῶν, τῶν τε άνειμένων καὶ ἐπιτεταμένων καὶ μέσων, εὖ δ' ἡρμοσμένων ἁπασῶν τέχνῃ
ἐκ μερῶν συνεστὼς οὐδ’ ἐξ ἐναντίων συγκείμενος, ἀμερὴς αὐτὸς. ὢν καὶ ἀσύνθετος εὐ καὶ σοφῶς τὸ πᾶν ἀνακρούεται, τῷ αὐτοῦ πατρὶ καὶ βασιλεῖ τῶν ὅλων τὴν ὀφειλομένην καὶ αὐτῷ πρέπουσαν ἀποδιδοὺς μελῳδίαν. ὡς δ’ ὑφ’ ἑνὶ σώματι μέλη μὲν καὶ μέρη τε καὶ ἔγκατα συνῆκται μυρία, ψυχὴ δ’ ἀφανὴς ἥπλωται δι’ ὅλων
μία καὶ νοῦς ἀμερὴς καὶ ἀσώματος εἷς, εἷς, οὕτω δὴ καὶ ἐπὶ τοῦδε, ἐκ μὲν πολλῶν μερῶν κόσμος συνέστηκεν εἷς, λόγος δὲ ὡσαύτως θεοῦ πολυδύναμος καὶ παντοδύναμος εἷς διὰ πάντων ἥκων καὶ τοῖς πᾶσιν ἀφανῶς ἐφηπλωμένος πάντων ἂν εἴη τῶν ἐν αὐτοῖς αἴτιος.
μυρίας περιλαμβάνει ἀμφὶ τοῦτον χορείας ἄστρων περιπολούσας; πάλιν εἷς ἥλιος, ἀλλ' οὐ πλείους, τὰς ἁπάντων ὑπερβολῇ φωτὸς καλύπτει μαρμαρυγάς· οὕτω δῆτα ἑνὸς ὄντος πατρός, καὶ τὸν τούτου λόγον ἔνα χρὴ ἀγαθὸν ἀγαθοῦ πατρὸς εἶναι. εἰ δ’ ὅτι μὴ καὶ πλείους ἐπιμέμψαιτό τις, ὥρα τὸν τοιοῦτον ὅτι μὴ καὶ ἡλίους συνίστη πλείους καὶ σελήνας καὶ
κόσμους καὶ μυρία ἄλλα αἰτιᾶσθαι, μαινομένου τρόπον τὰ ὀρθὰ καὶ εὐ ἔχοντα τῆς φύσεως διαστρέφειν ἐπιχειροῦντα. ἀλλ' ὡς έν ὁρατοῖς ἥλιος εἷς τὸν αἰσθητὸν ἅπαντα καταλάμπει κόσμον, οὕτω δὴ καὶ ἐν νοητοῖς ἀφανῶς ἡμῖν καὶ ἀοράτως εἷς ὁ τοῦ θεοῦ λόγος παντοδύναμος τὰ σύμπαντα καταυγάζει·
καὶ μία λογικὴ δύναμις πλείστων ὁμοῦ γένοιτ’ ἂν δημιουργός, εἰ καὶ γεωργεῖν ἡ αὐτὴ καὶ ναυπηγεῖν καὶ κυβερνᾶν καὶ οἰκοδομεῖν πολλὰ μαθοῦσα ἐπιβάλλοιτο, καὶ εἷς νοῦς ἐν ἀνθρώπῳ καὶ λογισμὸς δέξαιτ ἄν ποτε μυρίων ἐπιστήμας, γεωμετρήσει τε ὁ αὐτὸς καὶ ἀστρονομήσει καὶ λόγους γραμματικῆς καὶ ῥητορικῆς παραδώσει καὶ ἰατρικῆς, ἒν τε
μαθήμασι καὶ τοῖς κατὰ χεῖρα προστήσεται, καὶ οὔπω γε οὐδεὶς πώποτε πλείους ἐν ἑνὶ σώματι ψυχὰς ἡγήσατο εἶναι, οὐδὲ πολλὰς ἐθαύ-
ὡσαύτως, ὦτά τε καὶ στόμα καὶ ῥῖνας στέρνα τε καὶ ὤμους ὑποτυ- πωσάμενος τέχνῃ τῇ πλαστικῇ· ἀλλ’ οὐκ, ἐπεὶ πολλὰ σχήματα καὶ μέρη καὶ μέλη ὑφ' ἑνὶ σώματι δεδημιούργηται, τοσούτους χρὴ καὶ τοὺς ποιητὰς ἡγεῖσθαι, ἁλλ' ἕνα μόνον τὸν τοῦ παντὸς ἀθρόως τεχνίτην ἐπαινεῖν τὸν ἑνὶ λογισμῷ καὶ μιᾷ δυνάμει τὸ πᾶν τεκτηνάμενον·
οὕτω δὴ καὶ ἐπὶ τοῦδε τοῦ σύμπαντος κόσμου, ἑνὸς μὲν ὄντος ἐκ μερῶν δὲ πλείστων ὑφεστῶτος, οὐ πολλὰς χρὴ ὑποτίθεσθαι δημιουργικὰς δυνάμεις, οὐδὲ πολλοὺς ὀνομάζειν θεούς, μίαν δὲ θεολογεῖν τὴν πάνσοφον καὶ παναρμόνιον τὴν ὡς ἀληθῶς θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν, μιᾷ δυνάμει καὶ ἀρετῇ μιᾷ διὰ πάντων ἥκουσαν καὶ διὰ
παντὸς τοῦ κόσμου χωροῦσαν καὶ τὰ πάντἀ ὑφισταμένην τε καὶ ζωοῦσαν, καθόλου τε τοῖς πᾶσι καὶ τοῖς κατὰ μέρος σώμασί τε καὶ στοιχείοις ποικίλην τὴν ἐξ αὐτῆς χορηγίαν ποιουμένην.
δὲ καὶ γῆν, καὶ αὔξει φυτά, χρόνον ὑφίστησιν, ἡγεῖται, περιπολεῖ, κόσμον φαιδρύνει, θεοῦ δύναμιν ἐναρηῆ τῷ παντὶ συν- ίστησιν, ταῦτά τε πάντα μιᾷ ῥοπῇ φύσεως συντελεῖ, καὶ πυρὸς φύσις ὡσαύτως χρυσὸν μὲν καθαίρει, μόλιβδον δὲ τήκει, καὶ κηρὸν μὲν λύει, Πηλὸν δὲ ξηραίνει, ὕλην δὲ φρύγει. μιᾷ τῇ καυστικῇ δυνάμει τοσαῦτα
κατεργαζομένη.
αὐτῷ μὲν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις ἐξ οἰκείας πηγῆς ἀέναον φῶς
ἀγαθοῦ παντὸς ἔκ τῶν παρ' αὐτῷ θησαυρῶν ἐμπίπλησιν, μιᾷ δὲ καὶ τῇ αὐτῇ δημιουργῷ τέχνῃ καὶ στοιχείοις οὐοίας οὔποτε διαλιμπάνει παρέχων καὶ τοῖς σώμασι μίξεις καὶ κράσεις καὶ εἴδη καὶ μορφὰς καὶ σχήματα, ποιότητάς τε μυρίας ἒν τε ζώοις καὶ φυτοῖς καὶ ψυχαῖς λογικαῖς τε καὶ ἀλόγοις ἄλλοτε ἄλλως παταποικίλλων καὶ πᾶσιν
ὁμοῦ πάντα μιᾷ δυνάμει ἐπιχορηγῶν, διαρρήδην τε ἐπιδεικνὺς οὐχ ἑπτάχορδον οὔτε πολύχορδον λύραν, ἕνα δὲ κόσμον πολυαρμόνιον ἑνὸς λόγου κοσμοποιοῦ ἔργον.
De Laudibus Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.