συγγράμματι παραθώμεθα, οὐ σὲ μυοῦντες τὸν ἐκ θεοῦ σεσοφισμέ- νον οὐδὲ σοὶ τὰ ἀπόρρητα γυμνοῦντες, ᾧ καὶ πρὸ τῶν ἡμετέρων λόγων θεὸς αὐτὸς οὐκ ἐξ ἀνθρώπων οὐδὲ δἰ ἀνθρώπου δἰ αὐτοῦ δὲ τοῦ κοινοῦ σωτῆρος καὶ τῆς αὐτοῦ σοι πολλαχῶς ἐπιλαμψάσης θεϊκῆς ὄφεως τὰ κρύφια τῶν ἱερῶν ἐξέφηνέν τε καὶ ἀπεκάλυψεν,
τοὺς δ’ ἀμαθεῖς ἀνθρώπους εἰς φῶς ἄγοντες καὶ τῶν σῶν τῆς 1 εὐσεβείαςόσίων ἔργων τὰς ὑποθέσεις καὶ τὰς αἐτίας τοῖς ἀγνοοῦσιν ὑποτιθέμενοι.
ἐπὶ τῆς ἡμεδαπῆς ἑστίας, φημὶ δὴ τοῦ Παλαιστινῶν ἔθνους, πόλεώς τε τῆσδε, ἔνθεν ὁ σωτήριος λόγος ὥσπερ ἀπὸ πηγῆς εἰς πάντας ἀνώμβρησεν ἀνθρώπους, ἀνατεθέντα τῷ σῷ φύλακί τε καὶ σωτῆρι χαριστήρια, τρόπαιά τε τῆς κατὰ τοῦ θανάτου νίκης έν προσευκ- τηρίων οἴκοις καὶ ναῶν ἀφιερώσασιν ἀνεγηγερμένα, ὑψηλά τε καὶ
περικαλλῆ βασιλικῆς διανοίας βασιλικὰ μεγαλυργήματα ἀμφὶ τὸ σωτήριον μαρτύριον τῆς ἀθανάτου μνήμης ἐπεσκευασμένα
οἱ δὲ τῶν θείων ἀγνώμονες ψυχῆς ἀβλεψίᾳ χλεύην καὶ γέλωτα πλατὺν τίθενται τὸ πρᾶγμα, νεκρῶν σωμάτων μνημεῖα καὶ τάφους τοσούτῳ βασιλεῖ σπουδάζεσθαι ἀπρεπὲς εἶναι καὶ ἀνοίκειον ὑπειληφότες.
θεοὺς εὐμενίζειν μηδὲ ἀποπτύειν αὐτοὺς καὶ φεύγειν τῶν τοιῶνδε συμφορῶν ἕνεκα; ἀλλ' ἢ κἀκείνους ὁμοίως τῷδε τῆς ὁμοπαθείας χάριν θειάζειν, ἤ εἰ ἀπόβλητοι διὰ τὰς ἀνθρωποπαθείας ἐκεῖνοι, καὶ τούτῳ δίκαιον εἶναι τὴν αὐτὴν ἀπονέμειν ψῆφον. ταῦτα γοῦν αὐτῶν εἴποι τις ἂν εὖ μάλα τὰς ὀφρῦς συνάγεν οἰήματί τε δοκησισόφῳ τὸν αὐτοῦ
σεμνολογῶν τῦφον.
πόλεσιν εἰς τὴν τῶν ἐνθέων μαθημάτων παίδευσιν ἀφθόνως ἐπικαλεῖται, Ἕλληνας ὁμοῦ καὶ βαρβάρους, σοφοὺς καὶ ἰδιώτας, πένητας καὶ πλουσίους, οἰκέτας ἅμα δεσπόταις, ἄρχοντας καὶ ἀρχομένους, ἀσεβεῖς ἀδίκους ἀμαθεῖς αἰσχροποιοὺς βλασφήμους ἥκειν καὶ σπεύδειν ἐπὶ τὴν ἔνθεον θεραπείαν οἷα φιλάνθρωπος σωτὴρ καὶ Ψυχῶν 2 ἰατρὸς παρακελευόμενος. λαμπραῖς γοῦν φωναῖς προτέρων κακῶν ἀμνηστίαν τοῖς πᾶσιν ἀνακηρύττων ἐβόα· δεῦτε, πρός με", λέγων, „πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς·" αὐθις· „οὐκ ἠλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν·"
καὶ προστίθησί γε τὸ αἵτιον φάσκων· „οὐ γὰρ χρείαν ἔχουσιν ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες." καὶ· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ.“
βασιλεῖ συνομολογεῖν ἔπεισι καὶ τοῦ τρόπου τὸ θεοσεβὲς ἀποθαυμάζειν τήν τε περὶ τὸ μαρτύριον τῆς σωτηρίου ἀθανασίας σπουδr̀ιν οὐκ ἀΜὶ γεγονέναι πιστεύειν ἐξ ἐπιπνοίας δὲ ἀληθῶς τοῦ χρείττονος, οὑ θεράπων ἀγαθὸς ἀγαθῶν ὑπηρέτης εἶναι σεμνύνεται.
πεπεισμένος, τῶν σῶν φιλοθέων ἔργων τοὺς λόγους καὶ τὰς αἰτίας ὁ παρών μοι λόγος εἰς τοὺς πάντας ἐκφῆναι βούλεται, τις εἶναι τῆς σῆς διανοίας καὶ τῆς φιλοθέου ψυχῆς ἄγγελος ὑπάρχειν εὐχόμενος, διδάσκων πάντα ἅ δεῖ καὶ προσήκει παιδεύεσθαι πάντα, ᾠ πόθος ἐστὶ μανθάνειν τῆς τοῦ σωτῆρος ἡμῶν θεοῦ δυνάμεως
τοὺς λόγους, δἰ οὕς καὶ πάλαι προὼν καὶ τοῦ παντὸς ἐπιμελόμενος ὀψέ ποτε οὐρανόθεν εἰς ἡμᾶς κατῄει, καὶ δἰ οὕς φύσιν ὑπεδύετο, καὶ δἰ οὓς ἐπὶ τὸν θάνατον παρῄει, τῆς τε μετὰ ταῦτα ζωῆς ἀθανάτου καὶ τῆς ἐκ νεκρῶν ἀναβιώσεως τὰς αἰτίας οὐ μόνον ἀλλὰ καὶ λογικὰς ἀποδείξεις ἐναργῆ τε διδάγματα
τοῖς εἰσέτι τούτων δεομένοις ἀναγκαῖα.
ἀέρα, πῦρ, τῇ ἴσῃ προσηγορίᾳ τῷ τούτων ποιητῇ καὶ δημιουργῷ τι- μήσαντες καὶ θεοὺς ταῦτα προσειπόντες, ἅ οὐδαμῆ οὐδαμῶς ἦν, ὑπῆρχεν ἂν οὐδ’ ὠνόμαστο, εἰ μὴ τῷ κοσμοποιῷ τοῦ θεοῦ λόγῳ
τούτοις τε αὐτοῖς τῆς τοῦ τεχνίτου σοφίας ἀνατίθενται τὴν ἐπηγορίαν, δέον μὴ τοῖς ὁρωμένοις μόνῳ δὲ τῷ τούτων ἀρχιτέκτονι τὴν τοῦ θαύματος ἐπιγράφειν αἰτίαν, καὶ σοφίας ἔργα τὰ πολλὰ εἶναι ὁμολογεῖν σοφὸν δ' ἐκεῖνον μόνον τὸν δὴ τοῖς πολλοῖς τοῦ τοιαδὶ εἶναι παρασχόντα αἰτίαν.
ἂν οὐδὲν καὶ οἱ τῆς ἑπταχόρδου λύρας αὐτὸ αὐτὸ τὸ μουσικὸν ὄργανον ἀλλ’ οὐ τὸν τῆς συντάξεως εὑρέτην τε καὶ ἐπιστήμονα τῆς σοφίας ἀποθαυμάζοντες, ἢ οἱ τὸν ἐν πολέμοις ἀριστέα παριόντες τὸ δὲ δόρυ καὶ τὴν ἀσπίδα ἐπινικίοις κοσμοῦντες στεφάνοις, ἢ οἱ τῷ μεγάλῳ βασιλεῖ τῷ τῆς μεγάλης καὶ βασιλικῆς παραιτίῳ πόλεως ἐξ
ἵσου τιμῶντες ἀγορὰς καὶ πλατείας καὶ οἰκοδομήματα τεμένη τε ἄψυχα καὶ γυμνάσια, δέον μὴ κίονας μηδὲ λίθους τὸν δὲ τῶν σοφῶν μεγαλουργὸν καὶ νομοθέτην ὑπερεκπλήττεσθαι.
δ' ἔργα τὰ πάντα προσῆκον ὁμολογεῖν, μηδὲ μὴν ὁμοίως τῷ τούτων ποιητῇ τε καὶ δημιουργῷ τιμᾶν τε καὶ σέβειν, ἐκ δὲ τούτων αὐτῶν τῆς ὄψεως τὸν μηκέτι σώματος ὀφθαλμοῖς μόνῳ δὲ νῷ διαυγεῖ καὶ καθαρῷ νοούμενον τὸν παμβασιλέα θεοῦ λόγον πάσῃ διαθέσει ψυχῆς θεολογεῖν τε καὶ προσκυνεῖν· ἐπεὶ καὶ ἐπὶ ἀνθρώπου σώματι
πώποτε τοῦ σοφοῦ καὶ ἐπιστήμονος ὀφθαλμοὺς ἢ κεφαλὴν ἢ χεῖρας ἢ πόδας ἢ τὰς λοιπὰς σάρκας, πολλοῦ δεῖ τὴν ἔξωθεν τοῦ τρίβωνος περιβολὴν σοφὴν ἀνηγόρευσεν, οὐδὲ σοφὰ τῆς οἰκίας τὰ ἔπιπλὰ οὐδὲ
τὸν ἀφανῆ καὶ ἀόρατον λόγον τὸν δὴ τοῦ παντὸς εἰδοποιόν τε καὶ κοσμήτορα ὑπερεκπληκτέον, ὄντα τοῦ θεοῦ μονογενῆ, ὅν ὁ τῶν ὅλων ποιητὴς ὁ πάσης ἐπέκεινα καὶ ἀνωτάτω οὐσίας αὐτὸς ἐξ αὐτοῦ γεννήσας ἡγεμόνα καὶ κυβερνήτην τοῦδε τοῦ παντὸς κατεστήσατο.
οὐσίαν τὴν τε τῶν ἄρτι γενομένων λογικῶν φύσιν τῷ πανηγεμόν θεῷ πελάζειν δἰ ὑπερβολὴν τῆς ἀπὸ τοῦ κρείττονος ἐλλείψεως· ὁ μὲν γὰρ ἦν ἀγέννητος, ἀνωτάτω τε καὶ ἐπέκεινα τῶν ὅλων, ἄρρητος ἀνέφικτος ἀπροσπέλαστος φῶς οἰκῶν ἀπρόσιτον, ᾗ φασὶν οἱ Μοι λόγοι· ἡ δ’ ἐξ οὐκ ὄντων προβεβλημένη πορρωτάτω τε διεστῶσα
καὶ μακρὰν τῆς ἀγεννήτου φύσεως ἀπεσχοινισμένη· εἰκότως ὁ τανάγαθος καὶ θεὸς τῶν ὅλων μέσην τινὰ προεμβάλλει τὴν τοῦ μονογε- νοῦς αὐτοῦ λόγου θείαν καὶ παναλκῆ δύναμιν, ἀκριβέστατα μὲν ὡς ὅτι μάλιστα καὶ ἐγγύτατα τῷ πατρὶ προσομιλοῦσαν εἴσω τε αὐτοῦ τῶν ἀπορρήτων ἀπολαύουσαν, πραότατα δὲ συγκατιοῦσαν καὶ ἁμωσγέπως
συσχηματιζομένην τοῖς τῆς ἄχρας ἀπολιμπανομένοις· ἄλλως γὰρ οὔτ' εὐαγὲς οὔθ' ὅσιον τὸν τῶν ὅλων ἐπέκεινα καὶ ἀνωτάτω ὕλῃ φθαρτῇ καὶ σώματι συμπλέκειν. διὸ δὴ λόγος θεῖος ἀναμὶξ τόδε τὸ πᾶν ὑπελθὼν καὶ τὰς ἡνίας τοῦ παντὸς ἐνδησάμενος ἀσωμάτῳ καὶ θεϊκῇ δυνάμει ἄγει καὶ φέρει, πανσόφως ἡνιοχῶν ᾗ καλῶς ἔχειν
αὐτῷ καταφαίνεται.
τοῖς περὶ ταῦτα δεινοῖς ὀνομάζειν φίλον, ἄμορφός τε καὶ ἀνείδεος αὕτη πάντη τε ἄψυχος καὶ ἄλογος, πόθεν ἂν εἴποι τις τὸν ἐν αὐτῇ κόσμον ἐνυπάρχειν αὐτῇ; πόθεν ἡ τῶν στοιχείων διάκρισις; πόθεν
τῇ φύσει συνεκεράσατο; τίς τὸν ψυχρὸν ἀέρα θερμῇ δυνάμει καταμίξας, τῆς πρὸς ἄλληλα μάχης αὐτὰ διαλύσας εἰς φιλίαν κατήλλαξεν ; λαξεν; τίς τὸ θνητὸν γένος τῷ τῆς διαδοχῆς τρόπῳ μηχανησάμενος εἰς μακρὸν αἰῶνα ζωῆς ἀθανάτου βίον διεήγαγεν; τίς ὧδε τὸ μὲν μορφώσας τὸ δὲ θῆλυ σχηματίσας ἄμφω τε εἰς ἁρμονίαν
μίαν, γενέσεως ἀρχὴν ἅπασι ζώοις ἐξεύρατο; τὴν τὴν ῥοώδη καὶ σπερματικὴν γένεσιν τῆς φθαρτῆς καὶ ἀναισθήτου μεταβαλὼν ῥοῆς ζωογόνον ἀπέδειξεν; τίς ταῦτα πάντα καὶ μυρία τούτων ἐπέκεινα θαύματος καὶ ἐκπλήξεως κρείττονα εἰσέτι καὶ νῦν ἐνεργεῖ; τίς ἐφ ἑκάστης ἡμέρας καὶ ὥρας τὰς τούτων γενέσεις καὶ φθορὰς ἀφανεῖ καὶ
ἀοράῳ δυνάμει κατεργάζεται;
τοῦ παντὸς πλατείαις ὥσπερ ταῖς χερσὶ περιλαβών, συνήγαγεν τόδε τὸ πᾶν καὶ συνέσφιγξεν, ὄργανον τε τοῦτο παναρμόνιον αὐτὸς ἑαυτῷ συμπηξάμενος τὴν ἄλογον καὶ ἄμορφον καὶ ἀνείδεον τῶν σωμάτων οὐσίαν πανσόφῳ καὶ λογικῇ δυνάμει, εὖ μάλα τοῖς διατόνοις τὰ διεζευγμένα συνάπτων, ἀνακρούεται, ἥλιόν τε αὐτὸν καὶ σελήνην καὶ τὰ κατ' οὐρανὸν φωσφόρα λόγοις διακυβερνῶν ἀρρήτοις ἐς τὸ χρήσιμον τῶν ὅλων ὁδηγεῖ.
ἀναρίθμους ἰδέας καὶ παντοίων ζώων διαφορὰς ἐργασάμενος. ὁ δ'
τὴν ἐπιχορηγίαν ἐκτελεῖ.
μιγνύντες ἀπεφήαντο, αὐτὸν τὸν πανηγεμόνα καὶ τὴν ἀγέννητον καὶ τἀνωτάτω δύναμιν κάτω βάλλοντες ἐπὶ γῆν, καὶ σώματι ὕλῃ τε φθαρτῇ συμπλέξαντες, ζώων τε ἀλόγων καὶ λογικῶν θνητῶν τε καὶ ἀθανάτων μέσον εἰλεῖσθαι φήσαντες. ἀλλ' οἱ μὲν ταῦτα.
De Laudibus Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.